173
ταῦτα συνεβούλευεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ὁπόσα τούτοις συναντήσειν ἔμελλεν ἀπερχομένοις κατὰ τὴν ὁδὸν προλέγων παρηγγυᾶτο μὴ ἀκρατῶς διώκειν, ὁπη νίκα τὴν νίκην αὐτοῖς κατὰ τῶν βαρβάρων δοίη Θεός, ἵνα μὴ τοῖς ἐνεδρεύουσι λοχαγοῖς περιπίπτοντες ἀναιρῶνται.
10.11.1 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ Ῥαοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς· ὁ δέ γε Βαϊ μοῦντος μετὰ τῶν ἄλλων κομήτων καταλαβὼν τὸν Ἄπρων καὶ μήτ' ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνά μεις πολλὰς συνεπαγόμενος δι' ἣν εἶχε σπάνιν τῶν χρη μάτων, τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν, ἅμα δὲ καὶ συγκαλύψαι τὰ κατ' αὐτὸν ἐθέλων, μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομή των ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν. Ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευ τικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς ἄλλους καταλαβεῖν κόμητας ὁμιλῆσαί τε καὶ ἀκοῦσαι τῶν παρ' αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως διαπερᾶσαι, ἵνα μὴ ἑνωθεὶς μετ' αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. Εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοι πορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κόμητας κατέλιπε. 10.11.2 Τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ, ὡς εἶχε γνώμης, ἀστεϊζόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ ∆υρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ' αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. Ὁ δὲ πρὸς αὐτὸν ἔλε γεν ὡς «Ἔγωγε κἂν ἐχθρὸς κἂν πολέμιος τότ' ἦν, ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασιλείας». Ὁ δὲ αὐτοκρά τωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ ἀκροθιγῶς πως ἀπο πειράσας τὸν αὐτοῦ λογισμόν, ἐπεὶ διέγνω κατανεύσοντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη· «Τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διανα παύσασθαι, ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν». 10.11.3 Ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον, οὗπερ τὰ τῆς οἰκίας αὐτῷ προηυτρέπιστο, τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὄψων καὶ ἐδεσμάτων μεστή. Εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζῴων προσενεγκόντες οἱ ὀψο ποιοὶ ἔφασαν· «Ἡμῖν μὲν τὰ ὄψα, ὡς ὁρᾷς, ηὐτρέπισται κατὰ τὸ σύνηθες· εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα, ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει». Οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλ μένον αὐτοῖς ἦν. Καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός, δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου, τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῦ ὄντος. Ἵν' οὖν μὴ ὑποψίαν τινὰ κατ' αὐτοῦ σχοίη, καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑπο ψίαν. Οὐκ ἠστόχει δὲ τοῦ σκοποῦ. 10.11.4 Ὁ γὰρ δεινὸς Βαϊ μοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως, ἀλλ' οὐδ' ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο, ἀλλ' ἀπώσατό τ' εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτῷ ὑπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε, τῷ μὲν φαινο μένῳ φιλοφρονεῖσθαι τούτους ὑποκρινόμενος, τῇ δ' ἀλη θείᾳ, εἴ τις καλῶς σκοποίη, θανάτου κρατῆρα κεράσας αὐτοῖς. Οὐδὲ τὸν δόλον ἐπέκρυπτε, τοσοῦτον καταφρονη τικῶς περὶ τοὺς ὑπ' αὐτὸν διέκειτο. Τὰ μέντοι ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεγκαμένης τοῖς ἰδίοις ὀψοποιοῖς κατα σκευάσαι ἐπέταττε. Τῇ μετ' αὐτὴν δὲ τοὺς τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο ὅπως αὐτοὺς διέθεντο. Τῶν δὲ «Καὶ λίαν καλῶς» εἰρηκότων καὶ ὡς μηδὲ τῆς τυχούσης αἰσθέσθαι βλάβης, ἀποκαλύψας αὐτοῖς τὸ ἀπόρρητον ἔφη ὡς «Ἔγωγε, μεμνημένος τῶν μετ' αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης, ἐδεδίειν μὴ τὸν ἐμὸν ἴσως ἐξαρτύσῃ θάνα τον, θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών». Τοιαῦτα μὲν τὰ τοῦ Βαϊμούντου· ἐγὼ δ' οὔποτε πονηρὸν