1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

178

αὐτοκράτορι· ἀπὸ δέ γε τῆς ἠπείρου μεταπεμψάμενος τὸν Τατίκιον καὶ τὸν καλούμενον Τζίταν μετὰ πελταστῶν γενναίων εἰς δισχιλίους ποσουμένων, κατὰ τῆς Νικαίας ἀπέστειλεν ἐπισκήψας ἅμα τῷ τῶν νεῶν ἀπο βῆναι τὸ τοῦ κυροῦ Γεωργίου καστέλλιον καταλαβόντας ἐν ἡμιόνοις μὲν ἐπισάξαι ὅπερ ἐπεφέροντο πλῆθος τῶν ὀϊστῶν, πόρρω δὲ τῶν τειχῶν τῆς Νικαίας τῶν ἵππων ἀποβάντας καὶ βάδην πορευομένους κατευθὺ τοῦ πύργου τοῦ καλουμένου Γονάτου τὸν χάρακα πήξασθαι, εἶτα ἐξ ἑνὸς συνθήματος συνησπικότας προσβαλεῖν τοῖς τείχεσιν. Ἐφθακὼς οὖν ὁ Τατίκιος μετὰ τοῦ ὑπ' αὐτὸν στρατεύ ματος, δίδωσιν εἴδησιν τοῖς Κελτοῖς κατὰ τὴν τοῦ βασι λέως ὑποθήκην. Καὶ τηνικαῦτα ἐσιδηροφόρησαν ἅπαντες καὶ σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσέβαλον τοῖς τείχεσι. 11.2.5 Τῶν μὲν τοῦ Τατικίου συχνοὺς τηνικαῦτα πεμπόντων ὀϊστούς, τῶν δὲ Κελτῶν ὅπου μὲν διατιτραινόντων τὰ τείχη, ὅπου δὲ διὰ πετροβόλων ὀργάνων καταπυκνούντων τὰς τῶν λίθων βολάς, ἀπὸ δέ γε τῆς λίμνης διά τε τῶν βασιλικῶν σημαιῶν καὶ βυκίνων ἐκδειματούμενοι παρὰ τοῦ Βουτουμίτου ἐν ταὐτῷ καὶ περὶ τῶν βασι λικῶν ὑποσχέσεων πρὸς αὐτοὺς διαπεμπομένου, ἐς τοσοῦ τον συνηλάθησαν οἱ βάρβαροι ὡς μηδὲ τῶν κρηδέμνων Νικαίας προκῦψαι θαρρεῖν. Ἅμα δὲ καὶ τὴν τοῦ σουλτάνου ἀπεγνωκότες ἔλευσιν, βέλτιον ἐλογίσαντο τῷ αὐτοκράτορι παραδοῦναι τὴν πόλιν καὶ εἰς ὁμιλίαν περὶ τούτου μετὰ τοῦ Βουτουμίτου ἐλθεῖν. Ὁ δὲ τὰ εἰκότα προσομιλήσας αὐτοῖς ὑποδείκνυσι τὸν χρυσόβουλλον λόγον ὅνπερ ὁ βασι λεὺς αὐτῷ προενεχείρισεν. Ἀκροασάμενοι τοίνυν τοῦ χρυσο βούλλου δι' οὗ ὑπισχνεῖτο ὁ βασιλεὺς οὐ μόνον ἀπάθειαν, ἀλλὰ καὶ δαψιλῆ δόσιν χρημάτων τε καὶ ἀξιωμάτων τῇ τε ἀδελφῇ καὶ τῇ γυναικὶ τοῦ σουλτάνου, ἥτις θυγάτριον ἦν, ὡς ἐλέγετο, τοῦ Τζαχᾶ, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐν Νικαίᾳ βαρβάροις, καὶ ταῖς ὑποσχέσεσι τοῦ αὐτοκράτορος τεθαρρη κότες ἐνεδίδουν τὴν εἰσέλευσιν τῷ Βουτουμίτῃ. Ὁ δὲ παραχρῆμα διὰ γραμμάτων ἐδήλου τῷ Τατικίῳ ὡς «τὴν ἄγραν ἐν χερσὶν ἤδη ἔχομεν· καὶ χρὴ πρὸς τειχομαχίαν ἑτοιμάσασθαι, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς Κελτοῖς παρα σκευάσαι καὶ μηδὲν πλέον αὐτοῖς τεθαρρηκέναι ἢ τὴν κυκλοτερῆ τειχομαχίαν καὶ ὡς χρὴ περιζῶσαι τὰ τείχη καὶ τῆς πολιορκίας ἀνίσχοντος ἡλίου ἀποπειρᾶσθαι» 11.2.6 Τὸ δὲ ἄρα μηχανή τις ἦν ἵνα δόξῃ τοῖς Κελτοῖς πολέμῳ ταυτηνὶ τὴν πόλιν ἁλῶναι παρὰ τοῦ Βουτουμίτου καὶ λάθῃ τὸ μελετηθὲν παρὰ τοῦ αὐτοκράτορος δρᾶμα τῆς προδο σίας. Ἀπόρρητα γὰρ τοῖς Κελτοῖς ὁ βασιλεὺς ἤθελεν εἶναι τὰ παρὰ τοῦ Βουτουμίτου οἰκονομούμενα. Τῇ δὲ μετ' αὐτὴν τὸ ἐνυάλιον ἀλαλάξαντες ἐξ ἑκατέρου μέρους τῆς πόλεως, ἐκεῖθεν μὲν διὰ τῆς ἠπείρου ἐκθυμότερον οἱ Κελτοὶ τῆς πολιορκίας εἴχοντο, ἔνθεν δ' ὁ Βουτουμίτης, εἰς τὰς ἐπάλξεις ἀνεληλυθὼς καὶ τὰ σκῆπτρα καὶ τὰς σημαίας περὶ τὰ τείχη καταστήσας, μετὰ βυκίνων καὶ σαλπίγγων ἀνευφήμει τὸν αὐτοκράτορα. Καὶ οὕτως τὸ ῥωμαϊκὸν ἅπαν στράτευμα εἴσω Νικαίας εἰσεληλύθει. 11.2.7 Ὁ δὲ Βουτουμίτης, τὰ πλήθη τῶν Κελτῶν γινώσκων καὶ διὰ τὸ τῆς γνώμης αὐτῶν ἀβέβαιον καὶ τὸ τῆς ὁρμῆς ἀκάθεκτον ὑπόπτους ἔχων αὐτοὺς μὴ εἰσελθόντες αὐτοὶ τὸ κάστρον κατάσχωσιν, ὁρῶν δὲ καὶ τοὺς ἐντὸς σατράπας ἱκανοὺς ὄντας πρὸς ἣν αὐτὸς εἶχε δύναμιν, εἰ μόνον θελήσαιεν, καὶ δεσμεῖν καὶ σφάττειν δυνατῶς ἔχοντας, τὰς κλεῖς εὐθὺς ἀναλαμβάνεται τῆς πύλης. Μία γὰρ τέως ἦν ἡ εἰσάγουσα καὶ ἐξάγουσα, τῶν ἄλλων προκεκλεισμένων διὰ τὸν φόβον τῶν παρακειμένων Κελτῶν. Τὰς κλεῖς τοίνυν ταυτησὶ τῆς πύλης αὐτὸς ἔχων δεῖν ἐλογίσατο τοὺς σατράπας διὰ μεθοδείας ἐλαττῶσαι, ἵν' ἔχῃ τούτους ῥᾳδίως καταγωνίζεσθαι, ὡς μή τι δεινὸν κατ' αὐτοῦ μελε τήσαιεν. Μεταπεμπόμενος τοίνυν αὐτοὺς συνεβούλευε πρὸς τὸν αὐτοκράτορα ἀπέρχεσθαι, εἰ βούλοιντο πολλά τε χρήματα ἐκεῖθεν λαβεῖν καὶ τιμῆς ἀξιωθῆναι μεγίστης καὶ ἐτησίους τυπωθῆναι φιλοτιμίας. Πείθει τοὺς Τούρκους, καὶ