1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

179

νυκτὸς διανοίγων ἀπέστελλε τούτους διὰ τῆς παρακει μένης λίμνης ὀλίγους καὶ συχνάκις πρός τε τὸν Ῥοδο μηρὸν καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν, ἀμφὶ τὸ πολίχνιον ἐνδιατρίβοντας τὸ οὑτωσί πως τοῦ κυροῦ Γεωργίου ὀνο μαζόμενον, ἐπισκήψας αὐτοῖς ὡς, ὁπηνίκα τῶν νεῶν ἀπο βαῖεν, παραχρῆμα ἐκπέμπεσθαι τούτους πρὸς τὸν αὐτο κράτορα καὶ μηδὲ πρὸς βραχύν τινα χρόνον παρακατέχειν αὐτούς, ἵνα μὴ μετὰ τῶν ὄπισθεν πεμπομένων Τούρκων ἑνωθέντες σκαιόν τι κατ' αὐτῶν μελετήσαιεν. 11.2.8 Τὸ δὲ ἄρα προφητεία ἦν ἄντικρυς καὶ τῆς πολλῆς τοῦ ἀνδρὸς ἐκείνου ἐμπειρίας στοχασμὸς ἀναντίρρητος. Καὶ γὰρ ἔστ' ἂν ταχὺ πρὸς τὸν αὐτοκράτορα τοὺς καταλαμβάνοντας ἐξέπεμπον, ἐν ἀσφαλείᾳ τε ἦσαν καὶ οὐδεὶς αὐτοῖς κίνδυνος ἐφειστή κει· ἐπὰν δὲ ἀναπεπτώκεσαν, ὁ παρὰ τῶν βαρβάρων, οὓς ἄρα παρακατέσχον, κατ' αὐτῶν ἐξηρτύετο κίνδυνος. Καὶ γὰρ πλεονάσαντες ἐβουλεύοντο δυοῖν θάτερον, ἢ νυκτὸς ἐπιθέμενοι τούτοις ἀποκτεῖναι ἢ δεσμώτας τῷ σουλτάνῳ προσενεγκεῖν. Συνδόξαντος δὲ πᾶσι τούτου βελτίονος, νυκτὸς αὐτοῖς ἐπιθέμενοι δεσμώτας κατὰ τὰ προβεβουλευ μένα περιάγοντες ἐκεῖθεν ἐξῄεσαν. Εἶτα δὴ τὴν ἀκρο λοφίαν τοῦ Ἀζαλᾶ κατειληφότες (τόπος δὲ οὗτος σταδίους .... τῶν τειχῶν Νικαίας ἀπέχων), κεῖθι γοῦν, ὡς λόγος, παραγενόμενοι τῶν ἵππων ἀποβάντες τούτους ἀνέψυχον. 11.2.9 Ἐπεὶ δ' ὁ μὲν Μοναστρᾶς μιξοβάρβαρος ἦν καὶ τῆς 11.2.9 τουρκικῆς εἰδήμων διαλέκτου, καὶ αὐτὸς ὁ Ῥοδομηρός, πάλαι πρὸς τῶν Τούρκων κατασχεθεὶς καὶ χρόνον συχνὸν μετ' αὐτῶν ἐνδιατρίψας, οὐδ' αὐτὸς ἀδαὴς τῆς τοιαύτης ἦν διαλέκτου, πιθανοὺς πρὸς αὐτοὺς συχνῶς ἀνεκίνουν λόγους· «Ἵνα τί, λέγοντες, ἡμῖν μὲν θανάτου ποτήριον κιρνᾶτε οὐδὲ μικράν τινα τὴν ὄνησιν ἑαυτοῖς ἐντεῦθεν πραγματευόμενοι; Ὑμεῖς δέ, τῶν ἄλλων πάντων μεγάλων δωρημάτων παρὰ τοῦ αὐτοκράτορος ἀπολαυσάντων καὶ ἐτησίων χρημάτων λῆψιν τυπωθέντων, ἑαυτοὺς τοσούτων ἀποστερεῖτε. Μὴ τοίνυν οὕτω περὶ ἑαυτῶν φρονεῖτε καὶ ἐξὸν ἀκινδύνως σῴζεσθαι καὶ πλούτῳ κομῶντας εἰς τὰ σφέτερα ἐπαναστρέφειν καὶ χωρῶν ἐγκρατεῖς ἴσως γενέσθαι εἰς προὖπτον ἑαυτοὺς ἐπιρρίπτετε κίνδυνον. Ἴσως γὰρ καὶ τοῖς λοχῶσιν αὐτοῦ που Ῥωμαίοις ἐντυχόντες», ῥύακας ταῖν χεροῖν ἐπιδείξαντες καὶ ἑλώδεις τόπους, «ἀναιρεθήσεσθε καὶ ἐπὶ κενοῖς τὴν σφῶν ἀπολέσετε ζωήν. Καὶ γὰρ ἐνεδρεύουσιν ὑμᾶς μάλα γε πλεῖστοι οὐ Κελτοὶ καὶ βάρβαροι μόνον, ἀλλὰ καὶ Ῥωμαίων πλῆθος οὐ μετρητόν. Εἰ γοῦν ἡμῖν πείθεσθε, στρέψαντες τὰς ἡνίας ὁμοῦ φοι τήσωμεν πρὸς τὸν αὐτοκράτορα. Καὶ Θεὸν ὑμῖν ἐπομνύ μεθα μυρίων ἀπολαῦσαι τῶν ἐξ αὐτοῦ δωρημάτων· κἄπειτα, ὅπη βουλητὸν ὑμῖν, ἀπελεύσεσθε ἀνέτως ὡς ἐλεύθεροι» 11.2.10 Πείθονται τοῖς τούτων λόγοις οἱ Τοῦρκοι καὶ πίστεις πρὸς ἀλλήλους δόντες ἅμα καὶ λαβόντες τῆς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχοντο. Καταλαβόντων δὲ τὸν Πελεκάνον, ὡς τούτους ὁ αὐτοκράτωρ ἐθεάσατο, μεθ' ἱλαροῦ πᾶσιν ἐνατενίσας βλέμματος, καίτοι πολλὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν παρ' ἑαυτῷ νεμεσῶν, τὸ μὲν παρὸν ἀναπαυθησομένους τούτους ἐξαπέστειλε, κατὰ δὲ τὴν ἐπιοῦσαν, ὁπόσοι μὲν τῶν Τούρκων αὐτῷ θητεῦσαι προτεθύμηντο, μυρίων τῶν εὐεργεσιῶν ἀπήλαυσαν· οἱ δὲ τὰ σφέτερα ἀναζητοῦντες καὶ αὐτοὶ οὐκ ὀλίγων δωρημάτων τετυχηκότες παρεχωρήθησαν τῇ σφῶν γνώμῃ ξυγχρή σασθαι. Εἶθ' ὕστερον πολλὰ τῆς ἀβουλίας τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν κατεμέμφετο· μηδ' ἀντωπῆσαι δὲ τού τους ὑπ' αἰσχύνης ἰσχύοντας ὁρῶν, μεταβαλὼν ὁ βασιλεὺς ἀνακτᾶσθαι δι' ἑτέρων λόγων ἔσπευδεν. Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν· τοῦ δὲ Βου τουμίτου τηνικαῦτα δουκὸς Νικαίας παρὰ τοῦ αὐτοκρά τορος προχειρισθέντος, ᾐτήσαντο τοῦτον οἱ Κελτοὶ εἰσ ελθεῖν καὶ τὰ ἐν αὐτῇ ἱερὰ τεμένη θεᾶσθαι καὶ προσ κυνεῖν. Ὁ δὲ τὴν αὐτῶν γνώμην σαφῶς ἐπιστάμενος, καθὰ δήπου καὶ εἴρηται, οὐ