1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

180

πᾶσιν ὁμαδὸν τὴν εἰσέλευσιν συνεχώρει, ἀλλὰ κατὰ δεκάδας ὑπανοίγων τὰς πύλας παρεχώρει τοῖς Κελτοῖς τῆς εἰσόδου.

11.3.1 Ὁ δὲ αὐτοκράτωρ ἔτι περὶ τὸν Πελεκάνον ἐνδιατρίβων καὶ θέλων ὁπόσοι μὴ ἔφθασαν τῶν κομήτων ὀμωμοκέ ναι καὶ αὐτοὺς ὅρκια πρὸς αὐτὸν δοῦναι, ἐνετείλατο διὰ γραμμάτων τῷ Βουτουμίτῃ συμβουλεῦσαι ἅπασι κοινῶς τοῖς κόμησι μὴ πρὸ τοῦ συντάξασθαι τῷ βασιλεῖ τῆς πρὸς Ἀντιόχειαν φερούσης ἅψεσθαι· οὕτω γὰρ ἂν γένοιτο τού τοις καὶ πλειόνων αὖθις δωρεῶν τυχεῖν. Ἁπάντων δὲ πρῶ τος ὁ Βαϊμοῦντος, χρήματα καὶ δωρεὰς ἀκούσας, τοῖς τοῦ Βουτουμίτου λόγοις παραυτίκα πεισθεὶς ἅπασι συνεβούλευε πρὸς τὸν βασιλέα ἐπανελεύσεσθαι, ὁποῖος ἐκεῖνος περὶ τὰς λήψεις ἀκάθεκτον ἔχων τὸν ἔρωτα. Καταλαβόντας δὲ τού τους τὸν Πελεκάνον ὁ αὐτοκράτωρ μεγαλοπρεπῶς δέχεται πολλῆς κηδεμονίας ἀξιώσας· εἶτα συναγαγὼν αὐτοὺς ἔφη· «Τὸν ὅρκον ἐπίστασθε, ὃν πρὸς ἡμᾶς ἅπαντες ἐποιήσατε, καὶ εἰ μὴ παραβάται ἀπεντεῦθέν ἐστε, ὁπόσους ἴστε μὴ ὀμωμοκότας ξυμβουλεύσασθε τὸν αὐτὸν ὅρκον ἐπιτελέσαι». Οἱ δὲ παραχρῆμα μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας· καὶ δὴ συνεληλύθεσαν ἅπαντες καὶ ἐπλήρουν τὸν ὅρκον. 11.3.2 Ὁ δὲ τοῦ Βαϊμούντου ἀνεψιάδης Ταγγρῆς, ἐλευθέρας ὢν γνώμης, ἐνίστατο μόνῳ τῷ Βαϊμούντῳ πίστιν χρεωστεῖν καὶ ταύτην φυλάξαι μέχρις αὐτοῦ θανάτου βούλεσθαι. Ὀχλούμενος δὲ ὑπὸ τῶν παρεστώτων καὶ αὐτῶν δὴ τῶν τοῦ βασιλέως συγγενῶν, ἀκκιζόμενος οἷον, ἐνατενίσας πρὸς τὴν σκηνὴν ἐν ᾗ ὁ βασιλεὺς προὐκάθητο (ἦν γὰρ κατὰ μέγεθος ὁποίαν οὔπω τότε οὐδεὶς ἐθεάσατο)· «Ἐὰν ταύτην, ἔφη, πλήρη χρημάτων μοι δώσεις καὶ ἄλλα ὁπόσα τοῖς ἅπασι δέδωκας κόμησι, τελέσω τὸν ὅρκον κἀγώ» Ὁ δὲ Παλαιολόγος, δι' ὃν εἶχεν ὑπὲρ τοῦ αὐτοκράτορος ζῆλον, μὴ ἐνεγκὼν τὸν τοῦ Ταγγρῆ λόγον ἐσχηματισμένον ὄντα ἐξουθενήσας αὐτὸν ἀπεπέμψατο. Ὁ δὲ ἰταμώτατος ὢν ὥρμησε κατ' αὐτοῦ· τοῦτο ἰδὼν ὁ βασιλεὺς ἐξαναστὰς τοῦ θρόνου μέσος ἔστη. Καὶ ὁ Βαϊμοῦντος δὲ κατέσχε τοῦτον τῆς ὁρμῆς φάμενος ὡς «οὐ πρέπον ἐστὶ τοῖς τοῦ βασιλέως ἀναισχύντως προσφέρεσθαι συγγενέσιν». Εἶτα αἰσχυνθεὶς οὕτω πρὸς τὸν Παλαιολόγον παροινήσας ὁ Ταγγρῆς, τὸ δέ τι καὶ ταῖς τοῦ Βαϊμούντου καὶ τῶν ἄλλων πεισθεὶς παραι νέσεσι, δίδωσι καὶ αὐτὸς ὅρκια. 11.3.3 Καὶ δὴ συνταξαμένων ἁπάντων τῷ βασιλεῖ, παραδίδωσιν αὐτοῖς τὸν Τατίκιον μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων μέγαν τηνικαῦτα πριμική ριον χρηματίζοντα, πῆ μὲν συνεπαρήγοντα τούτοις ἐν πᾶσι καὶ προκινδυνεύοντα, πῆ δὲ καὶ τῶν παρ' αὐτῶν ἁλισκομένων πόλεων, εἴ γε καὶ τοῦτο δοίη Θεός, ἐπιδρατ τόμενον. ∆ιαπεράσαντες οὖν αὖθις οἱ Κελτοὶ τῇ μετ' αὐτὴν τῆς πρὸς Ἀντιόχειαν εἴχοντο ἅπαντες. Εἶτα στοχασάμε νος ὁ βασιλεὺς ὡς οὐ πάντες ἐξ ἀνάγκης συναπῆλθον τοῖς κόμησι, δηλοῖ τῷ Βουτουμίτῃ ἵν' ὁπόσοι τῶν Κελτῶν τῆς ἰδίας στρατιᾶς ἀπελείφθησαν, εἰς φρουρὰν τῆς Νικαίας μισθώσηται. 11.3.4 Ὁ δέ γε Τατίκιος μετὰ τοῦ ὑπ' αὐτὸν στρατοῦ καὶ οἱ κόμητες ἅπαντες καὶ τὰ ὑπ' αὐτοὺς ἀναρίθ μητα κελτικὰ πλήθη, ἐν δυσὶν ἡμέραις τὰς Λεύκας κατα λαβόντες, τῷ μὲν Βαϊμούντῳ τὸν ἔμπροσθεν ἀπεμερίσαντο τόπον τοῦτο αὐτοῦ ἐξαιτησαμένου· ἐκεῖνοι δ' ὄπισθεν αὐτοῦ παραταξάμενοι βραδεῖ ποδὶ ἔστειχον. Ὀξυτέραν δὲ τὴν κίνησιν ποιούμενον ἐπεὶ περὶ τὰς τοῦ ∆ορυλαίου πεδιάδας Τοῦρκοι τοῦτον ἐθεάσαντο, οἰηθέντες τῷ παντὶ στρατεύματι τῶν Κελτῶν ἐντετυχηκέναι καὶ καταπεφρονη κότες αὐτοῦ παραχρῆμα τὸν μετ' αὐτοῦ συνῆψαν πόλεμον. Ὁ δέ γε τετυφωμένος ἐκεῖνος Λατῖνος, ὁ ἐπὶ τοῦ βασιλι κοῦ σκίμποδος καθεσθῆναι τολμήσας, τῆς τοῦ αὐτοκράτορος ἐπιλαθόμενος ξυμβουλῆς, τὸ ἄκρον εἶχε τῆς τοῦ Βαϊμούν του παρατάξεως καὶ μικροψυχήσας τῶν λοιπῶν προεξέ δραμε. Κτείνονται μὲν οὖν τηνικαῦτα τεσσαράκοντα τῶν μετ' αὐτοῦ· ἐκεῖνος δὲ καιρίως πληγείς, νῶτα τοῖς ἐχθροῖς ὑποσχών, εἰς τὸ μέσον τῆς