1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

181

παρατάξεως ἥλατο ἔργῳ τὸν αὐτοκράτορα, ὁποῖος ξύμβουλός ἐστι, διακηρυκεύων, κἂν μὴ λόγοις ἠβούλετο. 11.3.5 Ὁ δὲ Βαϊμοῦντος τοὺς Τούρκους ἐκθύμως μαχομένους ὁρῶν, ἀποστείλας τὰς κελτικὰς μετε πέμπετο δυνάμεις. Φθάνουσι δὲ τάχος· κἀντεῦθεν συνίσ ταται πόλεμος βαρὺς καὶ δεινός. Καὶ τὴν νικῶσαν εἶχε τὸ ῥωμαϊκὸν καὶ κελτικὸν στράτευμα. Πορευομένων δ' ἐκεῖθεν ἰλαδὸν τῶν ταγμάτων, συνέλαχον τούτοις κατὰ τὴν Ἑβραϊ κὴν ὅ τε Τανισμὰν ὁ σουλτὰν καὶ ὁ Ἀσάν, ὃς μόνος ἦρχε χιλιάδων ἀνδρῶν ὁπλιτῶν ὀγδοήκοντα. Μάχης οὖν καρτε ρᾶς γενομένης, ἐκ πολλῶν χειρῶν καὶ δυνάμεων καὶ μηδὲ θατέρου μέρους τὰ νῶτα θατέρῳ διδόντος, ἐπεὶ θαρρλεώ τερον οἱ Τοῦρκοι τοῖς ἐναντίοις ἐμάχοντο, τοῦτο θεασά μενος ὁ Βαϊμοῦντος τοῦ δεξιοῦ κέρως ἐξάρχων, τοῦ λοι ποῦ στρατεύματος διαιρεθεὶς κατ' αὐτοῦ τοῦ Κλιτζιασθλὰν σουλτὰν ἰταμῶς ἐξώρμησε, λέων ὣς ἀλκὶ πεποιθὼς κατὰ τὸν ποιητήν. Τοῦτο τοὺς Τούρκους ἐκδειματῶσαν τὰ νῶτα τοῖς Κελτοῖς δοῦναι ἐποίησεν. 11.3.6 Οἱ δὲ οὐκ ἐπὶ πολὺ τούτους ἐδίωκον, τῶν τοῦ αὐτοκράτορος μεμνημένοι παραγ γελμάτων, ἀλλὰ τὴν ταφρείαν τῶν Τούρκων καταλαβόντες κἀκεῖσε μικρὸν ἑαυτοὺς διαναπαύσαντες, τοὺς Τούρκους κατὰ τὴν Αὐγουστόπολιν αὖθις καταλαμβάνουσι καὶ προσ βαλόντες τρέπουσι κατὰ κράτος. Κἀντεῦθεν πίπτει τὸ βάρβαρον, οἱ δέ γε σωθέντες ἄλλοσε ἀλλαχῆ διεσπάρησαν τάς τε γυναῖκας καὶ τοὺς παῖδας καταλιπόντες, ὡς τοῦ λοιποῦ μηδ' ἀντωπῆσαι τοῖς Λατίνοις ἰσχύοντες, ἀλλὰ φυγῇ τὴν οἰκείαν πραγματευόμενοι σωτηρίαν.

11.4.1 Τί τὸ ἐντεῦθεν; Καταλαμβάνουσιν οἱ Λατῖνοι μετὰ τῆς ῥωμαϊκῆς στρατιᾶς τὴν Ἀντιόχειαν διὰ τοῦ καλουμέ νου Ὀξέος ∆ρόμου, τῶν ἐφ' ἑκάτερα μηδένα λόγον ποιού μενοι· ἀγχοῦ δὲ τῶν τειχῶν τάφρον ποιήσαντες, τὰς σκευὰς ἐναπέθεντο καὶ ἐπολιόρκουν ταυτηνὶ τὴν πόλιν σεληνιακαῖς τρισὶ περιόδοις. Οἱ δὲ Τοῦρκοι, πτοηθέντες περὶ τῆς καταλαβούσης αὐτοὺς ἀνάγκης, τῷ τοῦ Χοροσὰν σουλτάνῳ μηνύουσιν ἀποχρώσας δυνάμεις ἀποστεῖλαι πρὸς βοήθειαν ἐξαιτούμενοι ἐφ' ᾧ τοῖς τε Ἀντιοχεῦσιν ἐπαρή ξειν καὶ τοὺς ἔξωθεν πολιορκοῦντας Λατίνους ἀποδιῶξαι. 11.4.2 Ἔτυχε δέ τις ἄνωθεν τοῦ πύργου Ἀρμένιος τηρῶν τὸ κληρωθὲν τῷ Βαϊμούντῳ μέρος τοῦ τείχους. Τοῦτον ἄνω θεν πολλάκις προκύπτοντα ὁ Βαϊμοῦντος ἐκμειλισσόμενος καὶ ὑποσχέσεσι πολλαῖς ὑποσαίνων ἀνέπεισε προδοῦναί οἱ τὴν πόλιν. Ὁ δὲ Ἀρμένιος πρὸς αὐτὸν· «Ὁπηνίκα ἂνβούλει καὶ σημεῖόν τι ἔξωθεν αὐτὸς ὑποδείξῃς μοι, παρα χρῆμά σοι τουτοῒ παραδώσω τὸ πυργίον· μόνον ἕτοιμος ἔσο, σύ τε καὶ ὁ ὑπὸ χεῖρά σοι ἅπας λαός, ηὐτρεπισμένας ἔχων ἅμα καὶ κλίμακας. Οὐ σὲ δὲ μόνον ἕτοιμον εἶναι χρή, ἀλλὰ καὶ ἅπαν τὸ στράτευμα θωρήξασθαι, ἵν' εὐθὺς ἀνελθόντας ὑμᾶς οἱ Τοῦρκοι θεασάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάζοντας ἐκδειματωθέντες εἰς φυγὴν ἀπονεύσειαν.» 11.4.3 Εἶχε μὲν οὖν ὁ Βαϊμοῦντος τὸ σκοπούμενον τέως ἀνέκφορον. Τούτων δὲ οὕτω διασκοπουμένων κατέλαβέ τις λέγων, λίαν πολὺ πλῆθος Ἀγαρηνῶν καταλαμβάνειν ὅσον ἤδη τοῦ Χοροσὰν κατ' αὐτῶν ἡγεμόνα συνεπαγόμενον τὸν καλούμενον Κουρ παγάν. Ὅπερ μεμαθηκὼς ὁ Βαϊμοῦντος καὶ μὴ θέλων τὴν Ἀντιόχειαν παραδοῦναι πρὸς τὸν Τατίκιον κατὰ τοὺς προ γεγονότας πρὸς τὸν βασιλέα ὅρκους, ἀλλ' ἑαυτῷ μνηστευό μενος ταύτην, βουλὴν βουλεύεται πονηρὰν δι' ἦς αὐτὸν ἄκοντα μεταναστεῦσαι παρασκευάσειε. Προσελθὼν τοίνυν αὐτῷ φησιν· «Ἀπόρρητόν τι ἀποκαλύψαι σοι βούλομαι, κηδόμενός σου τῆς σωτηρίας. Λόγος τις τοῖς ὠσὶ τῶν κομήτων ἐνηχηθεὶς συνετάραξεν αὐτῶν τὰς ψυχάς, ὅτι τοὺς ἀπὸ τοῦ Χοροσὰν ἐρχομένους ὁ βασιλεὺς τὸν σουλτά νον ἔπεισε καθ' ἡμῶν ἐκπέμψαι. Τοῦτο δὲ πιστὸν οἱ κόμη τες ἡγησάμενοι κατὰ τῆς σῆς μελετῶσι ζωῆς. Κἀγὼ μὲν τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸν ἐπερχόμενόν σοι προείρηκα κίνδυνον· τοῦ λοιποῦ σόν ἐστιν, ὑπὲρ τῆς ἑαυτοῦ καὶ