1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

182

τῶν ὑπὸ σὲ ταγμάτων φροντίσαι σωτηρίας.» Ὁ δὲ Τατίκιος, ὁρῶν μὲν καὶ τὸν λιμὸν πολύν (καὶ γὰρ ἡ κεφαλὴ τοῦ βοὸς ἐπὶ τρισὶ χρυσίνοις στατῆρσιν ἀπεμπολεῖτο), ἀπαγορεύων δὲ καὶ τὴν τῆς Ἀντιοχείας ἅλωσιν, ἤδη ἐκεῖθεν ἀπάρας, εἰς τὸν ἐν τῷ λιμένι Σουδὶ ἱστάμενον ῥωμαϊκὸν στόλον εἰσελθὼν τὴν Κύπρον κατέλαβε. 11.4.4 Τούτου δὲ ὑποχωρή σαντος, τὸν λόγον τοῦ Ἀρμενίου ὑποβρύχιον ἔτι ἔχων ὁ Βαϊμοῦντος καὶ χρησταῖς ἐλπίσι τρεφόμενος περιποιούμε νός τε ἑαυτῷ τὴν τῆς Ἀντιοχείας ἐξουσίαν, πρὸς τοὺς κόμητας ἔφη· «Ὁρᾶτε ὁπόσον ἤδη χρόνον ἐνταῦθα προστα λαιπωρήσαντες οὐ μόνον οὐδὲν χρηστὸν μέχρι καὶ νῦν κατωρθώσαμεν, ἀλλὰ καὶ λιμοῦ ὅσον ἤδη γενώμεθα παρανά λωμα, εἰ μή τι βέλτιον περὶ τῆς σφῶν σωτηρίας σκεψό μεθα». Τῶν δὲ τί ἂν εἴη τοῦτο πυνθανομένων αὐτὸς ἔφη· «Οὐ πάσας τὰς νίκας διὰ σιδήρου Θεὸς τοῖς δημαγωγοῖς δίδωσιν, οὐδὲ διὰ μάχης ἀεὶ τὰ τοιαῦτα κατορθοῦται, ἀλλ' ἅπερ ὁ μόθος οὐ δέδωκε, ταῦτα πολλάκις ὁ λόγος ἐχαρίσατο, καὶ ἡ μετὰ φιλίας καὶ ὑποποιήσεως περίοδος μείζονα τρό παια ἔστησεν. Οὐ χρὴ τοιγαροῦν μάτην τὸν καιρὸν τρίβειν, σπεῦσαι δὲ μᾶλλον πρὸ τοῦ τὸν Κουρπαγὰν καταλαβεῖν νουνεχές τι καὶ ἀνδρικὸν διαπράξασθαι τῆς ἡμῶν ἕνεκα σωτηρίας· καὶ σπουδαίως ἕκαστος ἡμῶν τὸν τὸ ἴδιον λάχος τηροῦντα βάρβαρον ὑποποιείσθω. Καὶ εἰ βούλεσθε, κείσθω καὶ ἆθλον τῷ πρώτως τοῦτο τὸ ἔργον κατωρθωκότι ἡ τῆς πόλεως ταυτησὶ φυλακή, μέχρις ἂν ὁ μέλλων ταύτην ἐξ ἡμῶν ἀναλαβέσθαι ἀπὸ τοῦ αὐτοκράτορος ἐλεύσεται. Ἴσως μὲν οὖν οὐδ' οὕτω κατωρθωκέναι τι χρηστὸν δυνησόμεθα.» 11.4.5 Ταῦτα ὁ δεινὸς Βαϊμοῦντος, φίλαρχος ὢν οὐχ ὑπὲρ τῶν Λατίνων καὶ τοῦ κοινοῦ τοσοῦτον ὅσον ὑπὲρ τῆς ἑαυτοῦ τιμῆς, καὶ σκοπήσας καὶ εἰπὼν καὶ ἀπατήσας οὐ διήμαρτε τοῦ σκοποῦ, ὡς ὁ λόγος κατιὼν παραστήσει. Πρὸς τοῦτο τοίνυν ἅπαντες οἱ κόμητες κατανεύσαντες ἔργου ἥψαντο. Καὶ αὐγαζούσης ἡμέρας ὁ μὲν Βαϊμοῦντος αὐτίκα πρὸς τὸν πύργον ἀπῄει· ὁ δέ γε Ἀρμένιος κατὰ τὰς συνθήκας τὰς πύλας ὑπανοίγνυσιν. Ὁ δὲ ἅλλεταί τε εὐθὺς μετὰ τῶν συνεφεπομένων αὐτῷ ἄνωθεν θᾶττον ἢ λόγος, καὶ περὶ τὰ κρήδεμνα τοῦ πύργου ὡρᾶτο τοῖς ἐντός τε καὶ ἐκτὸς ἱστά μενος καὶ τὴν ἐνυάλιον ἠχεῖν ἐγκελεύων σάλπιγγα. Καὶ ἦν ἰδεῖν τηνικαῦτα καινόν τι γινόμενον, τοὺς μὲν Τούρκους ἐκδειματωθέντας εὐθὺς διὰ τῆς ἀπέναντι πύλης φεύγοντας καὶ μόνους ἐξ αὐτῶν ἐναπολειφθέντας ὀλίγους καὶ γεν ναίους ἄνδρας διὰ τὴν τοῦ κουλᾶ φρουράν· τοὺς δὲ Κελ τοὺς ἔξωθεν κατὰ πόδας τοῦ Βαϊμούντου διὰ κλιμάκων ἀνελθόντας καὶ παραχρῆμα κατασχόντας τὴν Ἀντιόχου πόλιν. Καὶ ὁ μὲν Ταγγρῆς εὐθὺς Κελτοὺς ἱκανοὺς ἀναλα βόμενος ὄπισθεν τῶν φευγόντων ἐδίωκε· καὶ πολλοὶ μὲν κτείνονται, πολλοὶ δὲ τιτρώσκονται. 11.4.6 Ὁ δὲ Κουρπαγὰν μετὰ ἀναριθμήτων χιλιάδων καταλαβὼν εἰς ἀρωγὴν τῆς Ἀντιόχου πόλεως, προκατασχεθεῖσαν ταύτην εὑρηκώς, χάρακά τε ἐπήξατο καὶ τάφρον πεποιηκὼς καὶ τὰς σκευὰς ἐν αὐτῇ καταθέμενος ἐβουλεύετο πολιορκεῖν τὴν πόλιν. Ἀλλ' οὔπω ἔργου ἁψάμενον ἐπικαταλαμβάνουσιν αὐτὸν ἐξελθόντες οἱ Κελτοί· καὶ τηνικαῦτα μέγας ἀναμεταξὺ ἀναρρήγνυται πόλεμος. Εἶχον δὲ τὴν νικῶσαν οἱ Τοῦρκοι· καὶ οἱ Λατῖνοι εἴσω τῶν πυλῶν συνεκλείοντο, τὸν μόθον ἑκατέρωθεν ἔχοντες ἀπό τε τῶν τὸ κουλᾶ φρουρούντων (ἔτι γὰρ τοῦτο κατεῖχον οἱ βάρβαροι) ἀπό τε τῶν ἔξωθεν παρακαθημένων Τούρκων. ∆εινὸς δὲ ἀνὴρ ὢν ὁ Βαϊμοῦντος καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν σφετερίσασθαι θέλων ἐν σχήματι συμβουλῆς αὖθις· «Οὐ χρή, φησι πρὸς τοὺς κόμητας, τοὺς αὐτοὺς καθ' ἑκάτερον μέρος ἐν ταὐτῷ μετά τε τῶν ἐντὸς καὶ ἐκτὸς μάχεσθαι, ἀλλὰ διχῆ διαιρεθέντας ἐν ἀνίσοις τμήμασι πρὸς λόγον τῶν ἑκατέρωθεν πρὸς ἡμᾶς μαχομένων ἐχθρῶν, οὕτω τὴν πρὸς αὐτοὺς ἀναδέχεσθαι μάχην. Ἐμοὶ μὲν οὖν ἐξέσται μετὰ τῶν τὴν ἀκρόπολιν τηρούντων μάχεσθαι, εἰ καὶ ὑμῖν τοῦτο συνδόξειε· τοῖς δέ γε λοιποῖς μετὰ τῶν ἔξωθεν μελήσει