186
μαχομένους ἀναστέλλειν τὴν κατὰ τοῦ αὐτοκράτορος ἔφοδον. Αὐτὸς δὲ μετὰ παντὸς τοῦ λαοῦ τῶν τε ἑαλωκότων βαρβάρων καὶ τῶν προσκεχωρηκότων Χριστιανῶν ἐπαναζεύ γνυσι πρὸς τὴν βασιλεύουσαν. 11.6.6 Ὁ δέ γε ἀρχισατράπης Ἰσμαήλ, μεμαθηκὼς περὶ τοῦ αὐτοκράτορος ὅτι τῆς Κων σταντίνου ἐξεληλυθὼς πολλὴν μὲν ἀνδροκτασίαν πεποιη κώς, πολλὰς δὲ καὶ κωμοπόλεις ἐν τῷ διέρχεσθαι παν τελῶς ἐρειπώσας, πολλήν τε λείαν καὶ δορυαλώτους ἀναλαβόμενος ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν μηδὲν ἔργον αὐτῷ καταλελοιπώς, ὡς τῆς ἄγρας ἀπέγνω, ἐν ἀμηχάνοις καθίστατο, καὶ ἐφ' ἑτέραν τραπόμενος τὸ Παΐπερτ πολιορκῆσαι ἐπέγνω, ὅπερ πρὸ μικροῦ κατασχὼν εἶχεν ὁ περίκλυτος ἐκεῖνος Γαβρᾶς Θεόδωρος, καὶ κατα λαβὼν τὸν ἀγχοῦ τούτου ῥέοντα ποταμὸν ἅπαν ἐκεῖ τὸ στρατιωτικὸν κατέθετο. Τοῦτο μεμαθηκὼς ὁ Γαβρᾶς διεσκοπεῖτο νυκτὸς ἐπεισπεσεῖν αὐτῷ. Ἀλλ' ὁποῖον μὲν πέρας τὰ κατὰ τὸν Γαβρᾶν ἔσχηκε καὶ ὅθεν οὗτος ὥρμητο καὶ ὁποῖος ἦν, ταμιευσάσθω ὁ λόγος ἐς τὸν προσήκοντα τόπον· τὰ νῦν δ' ἐχέσθω τοῦ προκειμένου. 11.6.7 Οἱ δέ γε Λατῖνοι, ὑπό τε λιμοῦ καὶ συνεχοῦς πολιορκίας δεινῶς πιεζόμενοι, προσεληλυθότες τῷ εἰς Ἑλενούπολιν τότε ἡττηθέντι Πέτρῳ τῷ ἐπισκόπῳ αὐτῶν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ᾐτοῦντο βουλὴν ἐξ αὐτοῦ. Ὁ δὲ πρὸς αὐτούς· «Ἁγνούς, φησι, τηρῆσαι ἑαυτοὺς ὑποσχόμενοι, μέχρις ἂν τὴν Ἱερουσαλὴμ καταλάβητε, παρέβητε, οἶμαι, τὴν ὑπόσχεσιν. ∆ιὰ τοῦτο νῦν ὑμῖν οὐκ ἐπαρήγει ὡς τὸ πρό τερον ὁ Θεός. ∆εῖ οὖν ἐπιστραφῆναι πρὸς τὸν Κύριον καὶ τὰς σφῶν ἀποκλαύσασθαι ἁμαρτίας ἐν σάκκῳ καὶ σποδῷ, καὶ δάκρυσι θερμοῖς τὴν μετάνοιαν ἐνδειξαμένους καὶ παννύχοις δεήσεσι. Τότε δὴ σχολάσω καὶ αὐτὸς ὑπὲρ ὑμῶν τὸ Θεῖον ἐξιλεούμενος.» Πείθονται ταῖς τοῦ ἀρχιερέως παραινέσεσι. Καὶ μεθ' ἡμέρας τινὰς ἐκ θείας ὀμφῆς κινηθεὶς ὁ ἀρχιερεὺς μεταπεμψάμενος τοὺς μεγι στᾶνας τῶν κομήτων παρηγγυᾶτο δεξιόθεν διορύξαι τοῦ θυσιαστηρίου κἀκεῖσε τὸν ἅγιον εὑρηκέναι ἧλον. Τὸ ἐπι ταχθὲν οὖν πεποιηκότες, ἐπεὶ μὴ εὕρισκον, ἐπανα στρέψαντες μετὰ ἀθυμίας τὴν τοῦ ζητουμένου διαμαρτίαν ἀπήγγελλον. Ὁ δὲ ἐκτενέστερον τὴν δέησιν ποιησάμενος ἐπιμελέστερον τὴν τοῦ ζητουμένου ἀναψηλάφησιν ποιή σασθαι ἐπέταττεν. Οἱ δὲ καὶ αὖθις ἐπλήρουν τὸ κελευσθὲν καί, τὸν ζητούμενον εὑρηκότες, δρομαίως τῷ Πέτρῳ προσέφερον χαρᾷ καὶ φρίκῃ συνεχόμενοι. 11.6.8 Κἄκτοτε ὡς ἁγνοτέρῳ τῶν ἄλλων τῷ Ἰσαγγέλῃ ἐν ταῖς μάχαις τὸν σεπτὸν καὶ θεῖον ἐνεχείριζον ἧλον. Τῇ γοῦν μετ' αὐτὴν ἐξ ἀνυπόπτου πύλης κατὰ τῶν Τούρκων ἐξώρμησαν. Τότε δὴ ὁ καλούμενος Φλάντρας ᾐτήσατο τοὺς λοιποὺς μίαν ταύτην αἴτησιν παραχωρηθῆναί οἱ, μετὰ τριῶν μόνων κατὰ τῶν Τούρκων τῶν ἄλλων πρῶτον αὐτὸν ἐξιππά σασθαι. ∆έδοται δὴ τούτῳ τὸ αἰτηθέν· καὶ ὁπηνίκα αἱ φάλαγγες ἑκατέρωθεν ἰλαδὸν ἔστησαν καὶ ἡ τοῦ πολέμου σύναψις ηὐτρέπιστο, αὐτὸς τοῦ ἵππου ἀποβὰς καὶ προσ ουδίσας ἑαυτὸν τρισσάκις τῷ Θεῷ ἐπηύξατο ἐκεῖθεν τὴν βοήθειαν ἐξαιτούμενος. Βοησάντων δὲ πάντων· «Ὁ Θεὸς μεθ' ἡμῶν», ὅλους ῥυτῆρας κατ' αὐτοῦ τοῦ Κουρπαγᾶ ἐνέδωκεν ἐπί τινος λόφου ἱσταμένου. Εὐθὺς οὖν τοὺς κατὰ πρόσωπον αὐτῶν ὑπαντιάσαντας τοῖς δόρασι βαλόντες κατὰ γῆς ἔρριψαν. Ἐντεῦθεν οὖν ἐκδειματωθέντες οἱ Τοῦρκοι πρὸ τοῦ συρραγῆναι τὸν πόλεμον εἰς φυγὴν ἐτράπησαν, θείας πάντως δυνάμεως ἐπαρηγούσης τοῖς Χριστιανοῖς· κἀν τῷ φεύγειν παραπορήσαντες οἱ πλεῖστοι τῶν βαρβάρων ταῖς δίναις τῶν ποταμίων συσχεθέντες ῥευμάτων ἀπεπνίγησαν, ὡς ἀντὶ γεφύρας χρηματίσαι τὰ σώματα τῶν ἀποπνιγέντων τοῖς ὄπισθεν ἐρχομένοις. 11.6.9 Ἐφ' ἱκανὸν οὖν καὶ τοὺς φεύγοντας διώξαντες πρὸς τὴν Τουρκικὴν ταφρείαν ὑπέστρεψαν, κἀκεῖσε τὰς βαρ βαρικὰς σκευὰς εὑρηκότες καὶ ἣν συνεπεφέροντο λείαν ἅπασαν, ἀναλαβέσθαι μὲν ἤθελον παραχρῆμα, πολλὴν δὲ οὖσαν διὰ τριακονθημέρου μόγις ταύτην εἰσαγαγεῖν εἰς τὴν Ἀντιόχου πόλιν ἐξίσχυσαν. Ἐπ'