1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

188

περὶ τῆς τῶν λοιπῶν κάστρων κατασχέσεως ὡς ἐνὸν διαγωνιεῖσθαι· ὅπερ δὴ καὶ πεποίηκε τοῖς γράμμασι τοῦ βασιλέως πεισθείς. Μετὰ γοῦν τὸ παραδοῦναι τὰ κάστρα τοῖς ἀνωτέρω δηλω θεῖσιν ἀπῆλθεν εἰς Ἀντάραδον καὶ ταύτην ἀμαχητὶ ἐχειρώ σατο. Τοῦτο ἐνωτισθεὶς ὁ Ἀταπάκας τῆς ∆αμασκοῦ δυνά μεις συναθροίσας ἱκανὰς κατ' αὐτοῦ ἐστρατεύσατο. Ἐπεὶ δὲ ὁ Ἰσαγγέλης ἀποχρώσας δυνάμεις πρὸς τοσοῦτον πλῆθος οὐκ εἶχε, βουλὴν ἐβουλεύσατο οὐ τοσοῦτον ἀνδρείαν ὁπόσον συνετήν. Θαρρήσας γὰρ τοῖς ἐντοπίοις ἔφη ὡς· «Ἐγὼ μὲν τοῦ κάστρου παμμεγέθους ὄντος ἔν τινι τόπῳ κρυβήσομαι· ὑμεῖς δέ, ὁπηνίκα ὁ Ἀταπάκας καταλάβῃ, τὸ μὲν ἀληθὲς μὴ ὁμολογήσητε, πτοηθέντα δέ με φυγάδα γενέσθαι διαβε βαιώσατε». 11.7.5 Καταλαβὼν οὖν ὁ Ἀταπάκας καὶ ἐρωτή σας περὶ τοῦ Ἰσαγγέλη, ἐπεὶ ἀποδεδρακέναι τοῦτον ἐπί στευσε, κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας ἀγχοῦ τῶν τειχῶν τὴν σκηνὴν ἐπήξατο. Τῶν δὲ ἐντοπίων πᾶσαν φιλοφροσύ νην εἰς αὐτὸν ἐνδεικνυμένων, τεθαρρηκότες οἱ Τοῦρκοι καὶ μηδὲν ἐναντίον ὑποτοπάσαντες τοὺς ἰδίους ἵππους πρὸς τὸ πεδίον ἔλυσαν. Ὁ δὲ Ἰσαγγέλης μέσης ἡμέρας τοῦ ἡλίου κατὰ κορυφὴν τὰς ἀκτῖνας βάλλοντος καρτερῶς ὁπλισάμε νος μετὰ τῶν ὑπ' αὐτόν (εἰς τετρακοσίους δὲ περιίσταντο) αἴφνης τὰς πύλας ἀνοίξας διὰ μέσης τῆς αὐτῶν παρεμ βολῆς ὥρμησεν. Ὁπόσοι μὲν οὖν ἐκθύμως εἰώθασι μάχεσθαι, τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τὸν μετ' αὐτῶν ἱστάμενοι ἀνεδέξαντο πόλεμον· οἱ δὲ λοιποὶ φυγαδείᾳ τὴν ἑαυτῶν ἀπεπειρῶντο πραγματεύσασθαι σωτηρίαν. Ἀλλὰ τὸ τῆς πεδιάδος εὐρὺ καὶ τὸ μή τι ἕλος παρακεῖσθαι ἢ βουνὸν ἢ φάραγγα ταῖς τῶν Λατίνων χερσὶν ἅπαντας παραδέδωκεν. Ἔνθεν τοι καὶ παρανάλωμα ξιφῶν πάντες γεγόνασιν· ὀλί γοι δὲ καὶ κατεσχέθησαν. Οὕτω γοῦν τῶν Τούρκων κατα στρατηγήσας κατὰ τῆς Τριπόλεως χωρεῖ. 11.7.6 Ἄνεισι γοῦν κατευθὺ καὶ προκαταλαμβάνει τὴν ἀκρολοφίαν τοῦ ἀντικρὺ Τριπόλεως διακειμένου βουνοῦ, μέρους ὄντος τοῦ Λιβάνου, ἐφ' ᾧ καὶ ὡς ὀχύρωμα τοῦτον ἔχειν καὶ τὸ ἐκ τοῦ Λιβάνου καταρρέον ὕδωρ εἰς Τρίπολιν διὰ τοῦ πρανοῦς τοῦ τοιούτου βουνοῦ ἐπισχεῖν. Τηνικαῦτα δὲ πρὸς τὸν βασιλέα τὰ συμβάντα δηλώσας ᾐτεῖτο ἐρυμνότατόν τι ὀχύρωμα γενέσθαι πρὸ τοῦ καταλαβεῖν ἀπὸ τοῦ Χοροσὰν δυνάμεις πλείονας καὶ καταγωνίσασθαι αὐτούς. Ὁ δὲ βασιλεὺς τῷ δουκὶ Κύπρου τὴν τοῦ τοιούτου πολιχνίου κτίσιν ἀνέθετο, ἐπισκήψας ἵνα διὰ τοῦ στόλου πάντα τὰ συνοίσοντα ταχέως ἐξαποστέλλῃ καὶ τοὺς τὸ τοιοῦτον πολίχνιον οἰκοδομήσον τας ἐφ' ὃν ἂν ὁ Ἰσαγγέλης ὑποδείξειε τόπον. Γέγονε τοῦτο τῷ τέως. 11.7.7 Καὶ ὁ μὲν Ἰσαγγέλης ἔξωθεν τῆς Τριπόλεως στρατοπεδευσάμενος πάντα κάλων κινῶν περὶ τὴν ταύτης ἅλωσιν οὐκ ἐνεδίδου. Ὁ δέ γε Βαϊμοῦντος τὴν τοῦ Τζιν τζιλούκη εἰσέλευσιν εἰς Λαοδίκειαν μεμαθηκὼς τὴν ἔχθραν, ἣν πάλαι κατὰ τοῦ αὐτοκράτορος ἐγκυμονήσας εἶχεν, εἰς τοὐμφανὲς ἐξαγαγὼν μετὰ δυνάμεως ἀποχρώσης τὸν ἀνε ψιὸν αὐτοῦ Ταγγρὲ κατὰ τῆς Λαοδικείας ἐκπέμπει ταύτην πολιορκήσοντα. Τῆς δὲ περὶ τούτου φήμης μέχρι καὶ ἐς τὰς τοῦ Ἰσαγγέλη διαδραμούσης ἀκοάς, εὐθὺς μηδὲ μικρόν τι μελλήσας οὗτος καταλαμβάνει τὴν Λαοδίκειαν καὶ λόγους συνείρει πρὸς τὸν Ταγγρὲ διὰ παντοίων λόγων συμβουλεύων αὐτῷ τῆς τοῦ κάστρου πολιορκίας ἀποσχέσθαι. Ὡς δὲ πολλὰ μετ' αὐτοῦ κοινολογούμενος καταπειθῆ τοῦτον οὐχ εὕρισκεν, ἀλλ' ἄντικρυς ᾄδειν ἐδόκει παρὰ κωφῷ, ἐκεῖθεν παλινοστήσας καταλαμβάνει αὖθις τὴν Τρίπολιν. Ἐκεῖνος δὲ οὐδοπωσοῦν τῆς πολιορκίας ἀφίστατο. Ἰδὼν οὖν ὁ Τζιντζιλούκης τὴν ὁρμὴν τοῦ Ταγγρὲ καὶ ὡς ἐν στενῷ τὰ κατ' αὐτὸν συνελαύνεται, βοήθειαν ἐκεῖθεν ᾐτεῖτο. Βραδυ νόντων δὲ τῶν ἐν τῇ Κύπρῳ, εἰς ἀμηχανίαν ἐλθὼν τὸ μὲν ἀπὸ τῆς πολιορκίας, τὸ δὲ καὶ ὑπὸ τοῦ λιμοῦ πιεζόμενος, προδοῦναι τὸ κάστρον ᾑρετίσατο.