1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

192

ζῴων τοῦτο ἐξερεύγεσθαι. Οὕτω γοῦν ταῦτα κατασκευάσας, μετακαλεσάμενος τὸν Τατίκιον ἐξ Ἀντιοχείας νεωστὶ παραγενόμενον, αὐτῷ μὲν τὰ τοιαῦτα πλοῖα παραδεδωκὼς περιφανεστάτην κεφαλὴν ὠνόμασε· τῷ δέ γε Λαντούλφῳ τὸν ἅπαντα στόλον ἀναθέ μενος, μέγαν δοῦκα προὐβάλετο ὡς τῆς ναυμαχίας εἰδή μονα ἄριστον. 11.10.3 Ἐξελθόντες οὖν τῆς μεγαλοπόλεως μηνὸς παριππεύοντος Ἀπριλλίου μετὰ τοῦ ῥωμαϊκοῦ στό λου τὴν Σάμον κατέλαβον καὶ τὰ πλοῖα τῇ χέρσῳ προσορ μίσαντες ἐξῆλθον πρὸς τὴν ἤπειρον ἐπὶ τῷ διὰ τῆς ἀσφάλ του ἐπὶ πλέον ἀσφαλισαμένους κατοχυρῶσαι αὐτά. Μεμα θηκότες δὲ τὴν τοῦ πισσαϊκοῦ στόλου διέλευσιν τὰ πρυμνή σια λύσαντες καὶ αὐτοὶ ὄπισθεν αὐτῶν ἔθεον ὡς πρὸς τὴν Κῶ. Πρῴας δὲ τῶν Πισσαίων ἐκεῖσε καταλαβόντων ἑσπέ ρας οὗτοι ταύτην κατέλαβον. Μὴ ἐντετυχηκότες δὲ τοῖς Πισσαίοις ἀπῆλθον εἰς τὴν Κνίδον περὶ τὴν ἤπειρον τῆς ἀνατολῆς διακειμένην. Κεῖθι δὲ παραγενόμενοι, ὡς τῆς ἄγρας ἠστόχουν, ὀλίγους τινὰς ἐφευρηκότες τῶν Πισσαίων αὐτοῦ που καταλειφθέντας ἐπυνθάνοντο ὅπου ὁ πισσαϊκὸς ἐξώρμησε στόλος· οἱ δὲ πρὸς τὴν Ῥόδον ἔφασαν. Καὶ παρα χρῆμα λύσαντες τὰ πρυμνήσια θᾶττον τούτους κατέλαβον μεταξὺ Πατάρων καὶ Ῥόδου. Τούτους δ' οἱ Πισσαῖοι θεα σάμενοι μόθου παραυτίκα σχῆμα διατυπώσαντες πρὸς μάχην οὐ τὰ ξίφη μόνον, ἀλλὰ καὶ τὰς καρδίας ἔθηγον. Ἐπικατα λαβόντος δὲ τοῦ ῥωμαϊκοῦ στόλου κόμης τις πελοποννήσιος Περιχύτης καλούμενος ναυλοχεῖν ἄριστα ἐπιστάμενος, ὡς τούτους ἐθεάσατο, ταῖς κώπαις τὸ ἴδιον πτερώσας μονῆρες ὡς εἶχε κατ' αὐτῶν ἵεται. Καὶ διὰ μέσου τούτων ὡς πῦρ διελθὼν εἰς τὸν ῥωμαϊκὸν αὖθις ἐπανέστρεφε στόλον. 11.10.4 Ὁ μέντοι ῥωμαϊκὸς στόλος οὐκ εὐτάκτως τῆς μετὰ τῶν Πισσαίων μάχης ἀπεπειρᾶτο, ἀλλ' ὀξέως καὶ ἀσυντάκτως τούτοις προσέβαλε. Καὶ αὐτὸς δὲ ὁ Λαντοῦλφος, πρῶτος προσπελάσας ταῖς πισσαϊκαῖς ναυσίν, ἄστοχα τὸ πῦρ ἔβαλε καὶ οὐδέν τι πλέον εἰργάσατο τοῦ πυρὸς σκεδασθέντος. Ὁ δὲ λεγόμενος Ἐλεήμων κόμης, ἀναισχύντως μεγίστῳ πλοίῳ κατὰ πρύμναν προσβαλών, τοῖς πηδαλίοις τούτου περι πεσὼν καὶ μὴ εὐχερῶς ἔχων ἐκεῖθεν διαπλῴσασθαι, κατε σχέθη ἂν εἰ μὴ γοργῶς πρὸς τὴν σκευὴν ἀπεῖδε καὶ πῦρ κατ' αὐτῶν ἀφεὶς οὐκ ἄστοχα ἔβαλεν. Εἶτα τὴν ναῦν ἐπὶ θάτερα γοργῶς μεταφέρων καὶ ἑτέρας παραχρῆμα τρεῖς μεγίστας ἐπυρπόλει τῶν βαρβάρων ναῦς. Ἐπεὶ δ' ἅμα καὶ συστροφὴ ἀνέμου τὴν θάλατταν ἀθρόον ἐπεισπεσοῦσα διε τάραττε τάς τε ναῦς συνέτριβε καὶ μονονοὺ βυθίζειν ἠπεί λει (ἐρρόχθει γὰρ τὸ κῦμα, ἐτετρίγεσαν αἱ κεραῖαι τά θ' ἱστία διερρήγνυντο), ἐκδειματωθέντες οἱ βάρβαροι τὸ μὲν διὰ τὸ πεμπόμενον πῦρ (οὐδὲ γὰρ ἐθάδες ἦσαν τοιούτων σκευῶν ἢ πυρὸς ἄνω μὲν φύσει τὴν φορὰν ἔχοντος, πεμ πομένου δ' ἐφ' ἃ βούλεται ὁ πέμπων κατά τε τὸ πρανὲς πολλάκις καὶ ἐφ' ἑκάτερα), τὸ δὲ ὑπὸ τοῦ θαλαττίου κλύ δωνος συγχυθέντες τὸν νοῦν φυγαδείας ἥψαντο. 11.10.5 Οὕτω μὲν οὖν τὰ τῶν βαρβάρων· ὁ δέ τοι ῥωμαϊκὸς στόλος νησι δίῳ τινὶ προσώκειλεν οὑτωσί πως καλουμένῳ Σεύτλῳ. Αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες τῇ Ῥόδῳ προσώρμισαν. Τῶν πλοίων οὖν ἀποβάντες καὶ ἐξαγαγόντες ὅσους ἔφθασαν κατασχεῖν καὶ αὐτὸν δὴ τὸν τοῦ Βαϊμούντου ἀδελφιδοῦν, ἐξεδειμάτουν αὐτοὺς ὡς μέλλοντες τιμῆς πάντας ἀπεμπολεῖν ἢ κατασφάττειν. Ὡς δὲ ἀκαταπλήκ τους πρὸς τοῦτο ἑώρων αὐτοὺς καὶ τὴν ἀπεμπόλησιν ἐν οὐδενὶ τιθεμένους, εὐθὺς ξίφους παρανάλωμα πεποιήκασιν. 11.10.6 Οἱ δέ γε περιλειφθέντες τοῦ πισσαϊκοῦ στόλου πρὸς τὸ τὰς παρατυχούσας νήσους καὶ τὴν Κύπρον λῄζεσθαι ἀπέ βλεψαν· ἔνθα τυχὼν ὁ Φιλοκάλης Εὐμάθιος κατ' αὐτῶν ἵεται. Οἱ δὲ περὶ τὰς ναῦς δειλίᾳ συσχεθέντες μηδὲ τοῦ ἐξιόντος προνομῆς χάριν ἀπὸ τῶν πλοίων αὐτῶν λαοῦ πε φροντικότες, ἀλλὰ τοὺς πλείονας περὶ τὴν νῆσον ἐάσαντες, ἀσυντάκτως οὕτω λύσαντες τὰ πρυμνήσια πρὸς τὴν Λαο δίκειαν ἀπέπλεον