1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

193

τὸν Βαϊμοῦντον ἐπὶ νοῦν ἔχοντες. Καὶ δὴ καὶ καταλαβόντες προσεληλύθεσάν τε αὐτῷ καὶ τὴν μετ' αὐτοῦ ἀγάπην ἀσπάζεσθαι ἔλεγον· ὁ δέ, ὁποῖος ἐκεῖνος, ἀσμένως αὐτοὺς ὑποδέχεται. Ἐπεὶ δ' οἱ περὶ τὴν ᾐόνα καταλειφθέντες λαφυραγωγίας ἕνεκα ὑποστρέψαντες τὸν ἴδιον στόλον οὐχ ἑώρων, ἔρριπτον ἀφειδῶς ἑαυτοὺς εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγοντο. 11.10.7 Οἱ δὲ τοῦ ῥωμαϊκοῦ στόλου θαλασσοκράτορες καὶ αὐτὸς δὴ ὁ Λαντοῦλφος κατα λαβόντες τὴν Κύπρον συνεληλυθότες περὶ εἰρήνης ἐπερω τᾶν ἐβουλεύοντο. Πάντων οὖν ὁμογνωμονησάντων πρὸς τοῦτο, στέλλεται ὁ Βουτουμίτης πρὸς τὸν Βαϊμοῦντον. Τοῦτον οὖν θεασάμενος καὶ παρακατασχὼν ἐπὶ ὅλαις πέντε καὶ δέκα ἡμέραις, ἐπεὶ τὴν Λαοδίκειαν καὶ λιμὸς κατειλή φει καὶ ὁ Βαϊμοῦντος αὖθις Βαϊμοῦντος ἦν καὶ οὐκ ἠλλοί ωτο οὔτε μὴν εἰρηνεύειν ἐμεμαθήκει, μεταπεμψάμενος αὐτόν φησιν· «Οὐ διὰ φιλίαν ἢ εἰρήνην αὐτὸς ἐνταυθοῖ παραγέγονας, ἀλλ' ἐφ' ᾧ τὰς ἐμὰς ἐμπρῆσαι ναῦς. Ἄπιθι τοίνυν· ἀρκεῖ γάρ σοι αὐτὸ τοῦτο τὸ ἀνακρωτηρίαστον τῶν ἐνταῦθα ἀπολυθῆναι.» 11.10.8 Ἀπάρας οὖν ἐκεῖθεν καταλαμ βάνει τοὺς αὐτὸν ἀποστείλαντας περὶ τὸν λιμένα τῆς Κύπρου. Καὶ τὴν Βαϊμούντου πονηρὰν γνώμην ἐπὶ πλέον ἐκ τῶν ἐκεῖθεν μηνυμάτων διαγνόντες καὶ ὡς ἀδύνατον σπείσασθαι μετὰ τοῦ αὐτοκράτορος, ἐκεῖθεν ἀπάραντες, ὅλοις ἱστίοις τὴν πρὸς τὴν μεγαλόπολιν ὑγρὰν ὑπέπλεον κέλευθον. Κατὰ δὲ τὴν Συκὴν τρικυμίας μεγάλης καὶ κλύ δωνος διεγερθέντος σφοδροῦ τὰ πλοῖα τῇ χέρσῳ προσρα γέντα ἡμίθραυστα πάντα γεγόνασι πλὴν τῶν νηῶν ὧν ἐξῆρχεν ὁ Τατίκιος. 11.10.9 Ἀλλὰ τὰ μὲν κατὰ τὸν πισσαϊκὸν στόλον ὧδέ πη προκεχωρήκει· ὁ δὲ Βαϊμοῦντος φύσει πονη ρότατος ὢν ἐδεδίει, μὴ τὸ Κούρικον ὁ βασιλεὺς προκα τάσχῃ καὶ στόλον ῥωμαϊκὸν τῷ λιμένι προσορμίσας φυλάττῃ μὲν τὴν Κύπρον, ἀπείργῃ δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας διὰ τῆς παραλίας τῆς ἀνατολῆς μέλλοντας ἰέναι πρὸς αὐτὸν συμμάχους. Ταῦτα οὖν λογιζόμενος αὐτὸς τοῦτο ἀνοικοδομῆσαι καὶ τὸν λιμένα κατασχεῖν ἐβουλεύετο. Πόλις γὰρ πρότερον οὖσα ἐρυμνοτάτη τὸ Κούρικον ἐν ὑστέροις ἔφθασεν ἐριπωθῆναι χρόνοις. Ὁ δέ γε αὐτοκράτωρ, ταῦτα προμηθευσάμενος καὶ τὰς ἐπινοίας αὐτοῦ προκαταλαβών, πέμπει τὸν ἐκτομίαν Εὐστάθιον, ἀπὸ τῆς τοῦ κανικλείου ἀξίας μέγαν δρουγγάριον τοῦ στόλου προχειρισάμενος, ἐπισκήψας αὐτῷ σπεῦσαι καταλαβεῖν τὸ Κούρικον καὶ διὰ τάχους ἀνοικοδομῆσαί τε αὐτὸ καὶ τὸ κάστρον Σελεύκειαν στάδια ἓξ τούτου ἀφισταμένην καὶ δύναμιν ἀποχρῶσαν καταλιπεῖν ἐν αὐτοῖς δοῦκα δὲ προχειρίσασθαι Στρατήγιον τὸν Στραβόν, ἄνδρα μικρὸν μὲν τῷ σώματι, ταῖς δὲ πολε μικαῖς ἐμπειρίαις πολύν τε καὶ μέγιστον, ἀλλὰ καὶ εἰς τὸν λιμένα στόλον ἱκανὸν προσορμίσαι καὶ παραγγεῖλαι ἐγρηγο ρέναι καὶ ἐνεδρεύειν τοὺς ἀπὸ Λογγιβαρδίας εἰς ἀρωγὴν τοῦ Βαϊμούντου ἐρχομένους, ἐπαρήγειν δὲ καὶ τῇ Κύπρῳ. 11.10.10 Ἐξελθὼν οὖν ὁ ῥηθεὶς δρουγγάριος τοῦ στόλου καὶ προκαταλαβὼν τὰ τοῦ Βαϊμούντου διανοήματα ἀνεγείρει μὲν αὐτὸ καὶ εἰς τὴν προτέραν ἀποκαθιστᾷ κατάστασιν. Παραχρῆμα δὲ καὶ τὴν Σελεύκειαν ἀνοικοδομήσας καὶ κατοχυρώσας διὰ τάφρων γυρόθεν δυνάμεις τε ἱκανὰς ἐν ἀμφοτέροις καταλιπὼν μετὰ τοῦ δουκὸς Στρατηγίου κατ ελθὼν εἰς τὸν λιμένα καὶ στόλον ἀποχρῶντα ἐν αὐτῷ κατα λιπὼν κατὰ τὰς τοῦ αὐτοκράτορος εἰσηγήσεις ἐπαναζεύ γνυσι πρὸς τὴν μεγαλόπολιν, καὶ μεγάλως παρὰ τοῦ αὐτοκράτορος ἐπαινεθεὶς δαψιλῶς πεφιλοτίμηται.

11.11.1 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸ Κούρικον· μετὰ δὲ παραδρομὴν ἐνιαυτοῦ, ἀναμαθὼν ὁ βασιλεὺς ὅτι καὶ γενού σιος στόλος εἰς συμμαχίαν τῶν Φράγγων ἐξελθεῖν ἑτοιμά ζεται, στοχασάμενος ὅτι οὐ μικρᾶς βλάβης παραίτιοι καὶ αὐτοὶ τῇ τῶν Ῥωμαίων ἀρχῇ ἔσονται, τὸν μὲν Καντακου ζηνὸν διὰ τῆς ἠπείρου μετὰ ἀποχρώσης δυνάμεως, τὸν δὲ Λαντοῦλφον γοργῶς ἐξοπλίσας μετὰ στόλου διὰ