194
θαλάσσης ἀπέστειλε παρακελευσάμενος αὐτῷ τὸ τάχος καταλαβεῖν τὰ κατωτικὰ ἐφ' ᾧ τὸν μετὰ τῶν Γενουσίων ἐκεῖσε διερχο μένων ἀναδέξασθαι πόλεμον. Τούτων οὖν ἀπελθόντων ἔνθα καὶ προσετάχθησαν, χειμὼν βαρὺς ἐπιγέγονε καὶ ἀφόρητος, ὑφ' οὗ καὶ πολλὰς τῶν νηῶν συνέβη διαθραυσθῆναι. Ἅσπερ πάλιν πρὸς τὴν χέρσον ἐξελκύσαντες ἐπιμελῶς τὴν διὰ τῆς ὑγρᾶς πίσσης ἐπίχρισιν ταύταις ἐπέφερον. 11.11.2 Τηνικαῦτα δὲ καὶ ὁ Καντακουζηνός, τὸν τῶν Γενουσίων στόλον περὶ τὰ κατωτικὰ διαπλέοντα ἐγγύς που εἶναι μεμαθηκώς, ὑποτίθεται τῷ Λαντούλφῳ ὀκτωκαίδεκα ναῦς ἀναλαβέσθαι (τοσαύτας γὰρ μόνας συνέβη τῷ τότε ἀποπλέειν τῶν ἄλλων ἐξελκυσθεισῶν τῆς θαλάσσης) καὶ ἀπελθόντα κατὰ τὸ ἀκρωτήριον τοῦ Μαλέου προσοκεῖλαι αὐτὰς κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας, καὶ διερχομένων τῶν Γενουσίων, εἰ μὲν τὸν μετ' αὐτῶν ἀποθαρροίη πόλεμον, εὐθὺς τὴν μετ' αὐτῶν ἀναδέξασθαι μάχην, εἰ δ' οὐ, τὴν σωτηρίαν ἑαυτῷ καὶ ταῖς ὑπ' αὐτὸν νηυσὶ σὺν αὐτοῖς πλωτῆρσιν εἰς Κορώ νην προσοκείλαντι περιποιήσασθαι. Ὁ δ' ἀπελθὼν καὶ τὸν πολὺν στόλον τῶν Γενουσίων θεασάμενος καὶ ἀπαγορεύσας τὴν μετ' αὐτῶν μάχην θᾶττον τὴν Κορώνην κατέλαβεν. 11.11.3 Ὁ δὲ Καντακουζηνός, τὸν ὅλον ῥωμαϊκὸν στόλον ὡς ἔδει περιποιησάμενος καὶ τοὺς συνόντας αὐτῷ ἐκεῖσε συνα γαγών, ὡς εἶχε τάχους κατόπιν τῶν Γενουσίων ἐδίωκε. Μὴ ἐφθακὼς δέ, τὴν Λαοδίκειαν κατέλαβε, σπεύδων πρὸς τοὺς μετὰ τοῦ Βαϊμούντου πολέμους ὅλῃ γνώμῃ καὶ χειρὶ ἀποδύεσθαι. Καὶ μέντοι καὶ ἔργου ἁψάμενος, τὸν λιμένα κατέλαβε καὶ διὰ πάσης νυκτὸς καὶ ἡμέρας τῆς τειχομα χίας οὐκ ἀφίστατο. 11.11.4 Ὡς δ' ἄπρακτος τοῦ λοιποῦ ἔμενε μυριάκις μὲν προσβαλών, τοσαυτάκις δ' ἀποτυχὼν καὶ πῆ μὲν ὑποποιούμενος τοὺς Κελτοὺς οὐκ ἔπειθε, πῆ δὲ μαχό μενος ἀπετύγχανε, τειχίον τι διὰ ξηρῶν λίθων κυκλοτερὲς δειμάμενος ἀναμεταξὺ τῆς ψάμμου καὶ τῶν τειχῶν Λαοδι κείας ἐν τρισὶ νυχθημέροις, κἄκτοτε ὡς ἔρεισμα τοῦτο κτησάμενος, ἕτερον πολίχνιον δι' ἐγχορήγου ὕλης ἐντὸς τούτου θᾶττον ἀνήγειρεν, ἵν' ἐντεῦθεν ὡς ἐξ ὁρμητηρίου τινὸς γενναιότερον τῆς τειχομαχίας ἀντέχοιτο. Ἀλλὰ καὶ πύργους δύο διὰ τοῦ στομίου τοῦ λιμένος ἐφ' ἑκάτερα οἰκο δομήσας, ἅλυσιν σιδηρᾶν διαμπερὲς τούτων εἰσελάσας, δι' αὐτοῦ ἀπετάφρευε τὰς ἴσως ἐλπιζομένας εἰς βοήθειαν τῶν Κελτῶν ἐκ θαλάττης ναῦς. Ἐν ταὐτῷ δὲ καὶ πολλὰ τῶν περὶ θάλατταν πολιχνίων κατέσχε, τό τε Ἀργυρόκαστρον καλούμενον, τὸ Μαρχάπιν, τὰ Γάβαλα καὶ ἀλλάττα μέχρις αὐτῶν συνόρων Τριπόλεως ἐφθακώς, ἅπερ πρότερον μὲν φόρους τοῖς Σαρακηνοῖς ἐδίδου, ἐν ὑστέροις δὲ παρὰ τοῦ αὐτοκράτορος πολλοῖς ἱδρῶσι καὶ πόνοις τῇ Ῥωμαίων ἐπα νεσώθησαν. 11.11.5 Ὁ μέντοι βασιλεὺς δέον λογισάμενος καὶ ἀπὸ τοῦ μέρους τῆς ξηρᾶς πολιορκεῖσθαι τὴν Λαοδίκειαν, γινώσκων ἐκ μακροῦ τὸν δεινὸν Βαϊμοῦντον καὶ τὰς αὐτοῦ μηχανάς, ὁποῖος ἐκεῖνος δεξιὸς ἦθος ἀνθρώπου ἐν βραχεῖ καταμαθεῖν, καὶ τῆς αὐτοῦ δολερᾶς καὶ ἀποστατικῆς γνώ μης κατάληψιν ἀκριβῆ ἔχων, τὸν Μοναστρᾶν μετακαλεσά μενος μετὰ ἀποχρώσης δυνάμεως διὰ τῆς ἠπείρου ἀπέστει λεν, ὥστε ἐν ταὐτῷ τὸν μὲν Καντακουζηνὸν ἐκ θαλάττης, αὐτὸν δὲ ἐκ τοῦ μέρους τῆς ἠπείρου πολιορκεῖν τὴν Λαο δίκειαν. Ἀλλ' ὁ Καντακουζηνὸς πρὸ τοῦ τὸν Μοναστρᾶν ἐφθακέναι τὸν λιμένα καὶ τὸ κάστρον αὐτὸ κατέσχε· τὴν μέντοι ἀκρόπολιν, ὅπερ κουλᾶ νῦν ἡ συνήθεια καλεῖν εἴωθεν, ἔτι Κελτοὶ κατεῖχον πεζοὶ πεντακόσιοι καὶ ἱππεῖς ἑκατόν. 11.11.6 Τούτων οὖν τῶν πολιχνίων τὴν κατάσχεσιν ὁ Βαϊμοῦν τος ἀκηκοώς, μεμαθηκὼς δὲ καὶ ἀπὸ τοῦ φυλάσσοντος κόμητος τὴν τῆς Λαοδικείας ἀκρόπολιν, ὅτι ἐπιδεής ἐστι χορτασμάτων, μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων πασῶν <ταῖς> τοῦ τε ἀνεψιοῦ αὐτοῦ Ταγγρὲ καὶ τοῦ Ἰσαγγέλη ἑνωθεὶς καὶ βρώσιμα παντοῖα ἐπισάξας ἐν ἡμιόνοις καὶ τὴν Λαο δίκειαν καταλαβὼν τὰ μὲν χορτάσματα θᾶττον εἰσήγαγεν εἰς τὸ κουλᾶ, μετὰ δέ