1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

195

γε τοῦ Καντακουζηνοῦ εἰς ὁμιλίαν ἐλθὼν τοιαῦτα πρὸς αὐτὸν ἔφη· «Τίνα σκοπὸν ἔχων πρὸς οἰκοδομὰς καὶ κτίσεις ἀπέβλεψας;» Ὁ δέ· «Οἶδας ὅτι δουλείαν ὁμολογήσαντες τῷ αὐτοκράτορι καὶ τὰς παρ' ὑμῶν αἱρουμένας πόλεις ἐνωμότως παραδοῦναι κατέθεσθε. Εἶτα αὐτὸς καταψευσάμενος τῶν ὁρκίων, ἀθετήσας δὲ καὶ τὰς εἰρηνικὰς σπονδὰς καὶ ταυτηνὶ τὴν πόλιν ἑλὼν καὶ παρα δοὺς ἡμῖν, μεταγνοὺς αὖθις κατέσχες, ὥστε μάτην αὐτὸς ἐνταυθοῖ παρεγενόμην ἐπὶ τῷ τὰς παρ' ὑμῶν αἱρουμένας πόλεις ἀναλαμβάνεσθαι.» Ὁ δὲ Βαϊμοῦντος· «∆ιὰ χρη μάτων ἢ διὰ σιδήρου ταύτας ἐλπίζων ἐξ ἡμῶν λαμβάνειν ἥκεις;» Ὁ δὲ· «Τὰ χρήματα οἱ συνεφεπόμενοι ἡμῖν ἔλα βον ἐπὶ τῷ ἐκθύμως ἀγωνίζεσθαι». Ὁ δὲ Βαϊμοῦντος θυμοῦ πλησθεὶς ἔφη· «Ἄτερ χρημάτων ἴσθι ὡς οὐδὲ φρού ριον κατασχεῖν δυνηθῇς». Καὶ τηνικαῦτα τὰς ὑπ' αὐτὸν φάλαγγας παρέθηξε μέχρις αὐτῶν πυλῶν τῆς πόλεως ἐξιπ πάσασθαι. 11.11.7 Οἱ δὲ τοῦ Καντακουζηνοῦ τὰ τείχη τηροῦν τες δίκην νιφάδος τοὺς ὀϊστοὺς κατὰ τῶν τοῖς τείχεσι προσπελαζόντων Φράγγων ἐπαφιέντες μικρόν τι τούτους ἀπώσαντο. Καὶ παραχρῆμα ὁ Βαϊμοῦντος συναγαγὼν ἅπαντας εἰσῆλθεν ἐντὸς τῆς ἀκροπόλεως. Ὑποπτεύσας δὲ τὸν φυλάσσοντα κόμητα μετὰ τῶν ὑπ' αὐτὸν Κελτῶν, ἕτε ρον εἰς φυλακὴν τῆς πόλεως ἐπέστησεν ἐκείνους ἐκεῖθεν ἀπελάσας. Ἅμα δὲ καὶ τοὺς ἀγχοῦ τῶν τειχῶν ὄντας ἀμπελῶνας ἠρίπωσεν, ὥστε μὴ ἐμποδὼν τοῖς ἱππά ζεσθαι μέλλουσι καθεστάναι Λατίνοις. Ταῦτα μὲν οὕτω καταστήσας ἐκεῖθεν ἐξελθὼν τὴν Ἀντιόχου κατέλαβεν· ὁ δέ γε Καντακουζηνὸς οὐκ ἠμέλει παντοίως πολιορκῶν τε καὶ διὰ μυρίων μηχανῶν τε καὶ ἐπιχειρημάτων καὶ ἑλεπό λεων, συνταράσσων τοὺς ἐντὸς τῆς ἀκροπόλεως Λατίνους. Ἀλλὰ καὶ ὁ Μοναστρᾶς, διὰ τῆς ἠπείρου ἐρχόμενος μετὰ τοῦ ἱππικοῦ φοσσάτου, παραλαμβάνει τήν τε Λογγινιάδα, τὴν Ταρσόν, τὴν Ἄδαναν καὶ τὴν Μάμισταν καὶ αὐτὴν δὴ τὴν Κιλικίαν ἅπασαν.

11.12.1 Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊ μοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν (οὔτε γὰρ κατ' ἤπειρον εἶχε στράτευμα οὔτε κατὰ θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος ἐπεκρέ ματο) μηχανᾶταί τι τοιοῦτον σφόδρα μὲν ἀγεννές, σφόδρα δὲ πανουργότατον. Πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν κατα λείψας τῷ τοῦ Μαρκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ, αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἑαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομέ νου αὐτοῦ τὴν οἰκουμένην διέθετο. 11.12.2 Καὶ ἡ φήμη διέ τρεχεν ἁπανταχῆ πτερῶν ταχυτέρα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. Καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀπο χρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν .... ξυλίνη καὶ ναῦς διή ρης, ἐν ᾗ κατατιθεμένη ἡ λάρναξ, καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεΐ, ὅπερ ἐστὶ τῆς Ἀντιοχείας ἐπί νειον, ἐπὶ τὴν Ῥώμην ἀπέπλει. Καὶ διαπόντιος ὡς νεκρὸς ἐκομίζετο, τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ' αὐτὸν σχήμασιν (καὶ γὰρ ἑκασταχοῦ γινόμενοι ἀπέτιλ λόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ' ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος μέχρι τούτων νεκρὸς ἦν, τὰ δ' ἄλλα εἰσέπνει τε τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυ φίων ὀπῶν. Ταῦτα μὲν ἐν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τε αὐτῷ μετεδίδοσαν καὶ ἐπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. 11.12.3 Ἵνα δὲ καὶ δοκοίη ὁ νεκρὸς ἕωλος εἶναι καὶ ὀδωδώς, ἀλεκτρυόνα ἀποπνίξαντες ἢ ἀπο σφάξαντες ἐνέθηκαν τῷ νεκρῷ. Καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυοδμότατος ἦν τοῖς ὄσφρησιν ἔχουσιν. Καὶ ἐδόκει μὲν τοῦ χρωτὸς εἶναι τοῦ Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατη μένοις· πλέον δ' ἐκεῖνος ὁ Βαϊμοῦντος τοῦ ἐπιπλάστου κακοῦ συναπέλαυεν, ὥστε ἔγωγε θαυμάζω πῶς τοσαύτην ὑπήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ