197
12.1.1 Τὰ μὲν οὖν τῆς πρώτης τοῦ Βαϊμούντου διαπεραιώ σεως ἔργα, καὶ ὁπόσα πραγματευσάμενος κατὰ τοῦ αὐτο κράτορος φαίνεται τὰ σκῆπτρα τῶν Ῥωμαίων ἑαυτῷ μνη στευόμενος, καὶ ὅπως τὴν ἐκεῖθεν ὑποχώρησιν μετὰ ῥᾳδιουργίας προμηθευσάμενος καὶ δὴ καὶ τυχὼν τοῦ σκο ποῦ, καὶ τοιαύτην τὴν ναυλοχίαν καθαπερεὶ νεκρὸς φερό μενος ποιησάμενος τὴν Κορυφὼ κατέλαβεν, ὧδέ πη περι γεγράφθω. Ἐχέσθω δ' αὖθις ὁ λόγος τῶν μετ' ἐκεῖνα τούτου πράξεων. Καταλαβὼν δὲ ὁ νεκρὸς ὀδωδὼς τὴν Κορυφώ, καθά γε καὶ εἴρηται, καὶ ἀπειλησάμενος διὰ τοῦ ἐκεῖσε δουκὸς τῷ αὐτοκράτορι, ὁπόσα ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς τὴν Λογγιβαρδίαν τὸν ἀπόπλουν ποιησάμενος ἔργου ἥπτετο, σκεπτόμενος αὖθις τὸ Ἰλλυρικὸν καταλαβεῖν καὶ συμμάχους διὰ τοῦτο σπεύδων συναγηοχέναι πλείους τῶν πρὸ τοῦ. Καὶ περὶ κήδους τῷ ῥηγὶ Φραγγίας ὁμιλήσας, τὴν μὲν τῶν θυγατέρων αὐτοῦ εἰς ἰδίαν αὐτῷ γυναῖκα ἐξέδοτο, τὴν δέ γε ἑτέραν διαπόντιον πρὸς τὴν Ἀντιόχου πόλιν ἐξέπεμψεν ἐφ' ᾧ συναφθῆναι τῷ ἀνεψιῷ αὐτοῦ Ταγγρέ. Εἶτα δυνάμεις ἁπανταχόθεν μυριοπληθεῖς συλλεξάμενος ἐκ πάσης τε χώρας καὶ πόλεως τοὺς κόμητας μεταπεμψά μενος μετὰ τῶν ὑπ' αὐτοὺς στρατευμάτων τὴν πρὸς τὸ Ἰλλυρικὸν διαπεραίωσιν ἐπετάχυνεν. 12.1.2 Ὁ γοῦν βασι λεύς, τὰ διὰ τοῦ Ἀλεξίου πρὸς αὐτὸν διαμηνυθέντα ἀκηκοώς, εὐθὺς κατὰ πάσας τὰς χώρας, Πίσσαν τε καὶ Γένουαν καὶ Βενετίαν γράμματα ἐπέστελλε, προπαρασκευ άζων αὐτοὺς μὴ συναπαχθέντας τοῖς ἀπατηλοῖς τοῦ Βαϊ μούντου λόγοις ἐκείνῳ συνεφέψεσθαι. Καὶ γὰρ περιιὼν ἁπάσας τὰς πόλεις καὶ χώρας πολλὴν τὴν κατὰ τοῦ αὐτο κράτορος καταδρομὴν ἐπεποίητο, παγάνον ὀνομάζων αὐτὸν καὶ τῶν Χριστιανῶν πολέμιον. 12.1.3 Ἐπεὶ δὲ καὶ ὁ Βαβυλώ νιος τριακοσίους φθάσας κατέσχε τότε κόμητας, ὁπότε τὰ ἄπειρα πλήθη τῶν Κελτῶν διὰ τῆς ἑσπέρας διαπεραιωσά μενα τὴν Ἀσίαν τήν τε Ἀντιόχου πόλιν καὶ τὴν Τύρον καὶ τὰς παρακειμένας ἁπάσας πόλεις καὶ χώρας ἐμάσ τιζον, καὶ δεσμώτας ἐμφρούρους εἶχεν, ἡ δὲ φρουρὰ δεινὴ τῶν πάλαι γεγενημένων. Καὶ <τὰ> περὶ τῆς τούτων ἁλώσεως καὶ τὰ ἐντεῦθεν συμπεσόντα τούτοις δεινὰ μεμαθηκῶς ὁ αὐτοκράτωρ ἐδάκνετο τὴν ψυχὴν καὶ ὅλος τῆς ἐκείνων ἀναρρύσεως ἐγεγόνει. Καὶ μεταπεμψάμενος Νικήταν τὸν Πανουκωμίτην μετὰ χρημάτων πρὸς τὸν Βαβυλώνιον ἐξα πέστειλε, γραφὰς πρὸς αὐτὸν ἐγχειρίσας δι' ὧν τοὺς δορυ αλώτους ἐκείνους ᾐτεῖτο κόμητας, πολλὰς ὑποσχόμενος αὐτῷ τὰς χάριτας, εἰ τούτους λύσας τῶν δεσμῶν ἀπολύσει. Ὁ δὲ Βαβυλώνιος τὸν Πανουκωμίτην θεασάμενος καὶ ἀκούσας, ἅττα δὴ παρὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διεμηνύθη, ἀνελίξας δὲ καὶ τὰς γραφὰς λύει μὲν παρα χρῆμα τοὺς κόμητας τῶν δεσμῶν, ἐξάγει δὲ τῆς φρουρᾶς· οὐ μέντοι γε παντελοῦς ἐλευθερίας αὐτοὺς ἀξιοῖ, ἀλλὰ τῷ Πανουκωμίτῃ παραδίδωσι πρὸς τὸν αὐτοκράτορα τούτους ἐξαποστείλας μηδ' ὁτιοῦν τῶν ἀποσταλέντων χρημάτων ἀναλαβόμενος· εἴτε δὲ ὡς μὴ ἀποχρῶντα πρὸς τοσούτων λύτρον, εἴτε καὶ δωροληψίας ἐκφεύγων ὑπόνοιαν καὶ ὡς μὴ φαίνοιτο τιμῆς τούτους ἀποδόμενος, ἀλλὰ καθαρὰν τὴν χάριν ἀπονέμων τῷ βασιλεῖ καὶ ἀκίβδηλον, εἴτε καὶ πλειό νων ἐφιέμενος, Θεὸς ἂν εἰδείη. 12.1.4 Τούτους ὁ βασιλεὺς καταλαβόντας θεασάμενος ὑπερηγάσθη μὲν τὴν τοῦ βαρβά ρου γνώμην καὶ τεθαύμακεν, ἐπιπόνως δὲ τούτους περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπερωτήσας καὶ μεμαθηκὼς ὅπως, ἐπὶ τοσοῦτον χρόνον καὶ τοσούτων κύκλων περιόδους ἔμφρουροι ὄντες, οὐδὲ ἅπαξ ἥλιον ἐθεάσαντο οὐδὲ τῶν δεσμῶν ἐλύθησαν, ἀλλὰ καὶ τροφῶν παντοίων ἄγευστοι τὸ παράπαν ἐπὶ τοσοῦτον διαμεμενήκεσαν μόνου ἄρτου καὶ ὕδατος μεταλαμβάνοντες, οἰκτείρας τοῦ πάθους καὶ θερμὸν καταστάξας δάκρυον, πολλῆς παραχρῆμα ἠξίου φιλοφρο σύνης χρήματά τε ἐπιδοὺς καὶ ἄμφια παντοῖα παρασχὼν ἐς βαλανεῖά τε προτρεπόμενος καὶ