1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

198

παντοίως τῆς τοσαύτης κακότητος ἀνακτήσασθαι τούτους μηχανώμενος. Οἱ δὲ ἔχαιρον ἐφ' οἷς παρὰ τοῦ αὐτοκράτορος εὖ πεπόνθασιν, οἱ πρὶν ἐχθροὶ καὶ πολέμιοι, οἱ παραβάται τῶν πρὸς αὐτὸν ὁρκίων καὶ ὑποσχέσεων, τὴν τοσαύτην ἐς αὐτοὺς κατα νοοῦντες ἀνεξικακίαν. 12.1.5 Ὁ δὲ μεθ' ἡμέρας μεταπεμψά μενος τούτους ἔφη· «Ἄδειαν ὑμῖν τοῦ λοιποῦ δίδωμι, ἵνα ὁπόσον βούλεσθε κατὰ ταύτην τὴν πόλιν ἐγκαρτερήσητε μεθ' ἡμῶν. Ὁπηνίκα δέ τις τῶν οἰκείων ἐπιμνησθεὶς ἐθε λήσοι ἀναχωρεῖν, ἀκωλύτως καὶ τῆς πρὸς τὰ οἴκοι φερού σης ἅψαιτο συνταξάμενος ἡμῖν καὶ οὕτως διὰ χρημάτων καὶ παντοίας ἄλλης οἰκονομίας ἐφοδιασθεὶς καλῶς διευ θετηθείη. Καὶ ἁπλῶς καὶ παρεῖναι καὶ ἀπεῖναι ἄδειαν ἔχειν ὑμᾶς βούλομαι καὶ τὸ βουλητὸν ὡς ἐλευθέρους κατὰ τὴν οἰκείαν γνώμην πράττειν.» Ἦσαν μὲν οὖν τέως οἱ κόμητες μετὰ τοῦ αὐτοκράτορος παντοίας, ὡς εἴρηται, θεραπείας ἀξιούμενοι καὶ δυσαποσπάστως αὐτοῦ ἔχοντες. Ἐπεὶ δὲ τὴν Λογγιβαρδίαν ὁ Βαϊμοῦντος καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πλείω τῶν προτέρων στρατευμάτων σπεύδων συναγαγεῖν, πολλὰ τοῦ αὐτοκράτορος κατέτρεχε κατὰ πᾶσαν πόλιν καὶ χώραν περιιὼν καὶ παγάνον αὐτὸν λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττων καὶ τοῖς παγάνοις ὅλῃ γνώμῃ ἐπαρήγοντα, τοῦτο ὁ αὐτοκράτωρ μεμαθηκὼς τοὺς ῥηθέντας κόμητας, τὸ μέν τι καὶ αὐτῶν προθυμουμένων ἤδη πρὸς τὰς σφῶν ἀπιέναι χώρας, τὸ δέ τι καὶ πρὸς ἔλεγ χον τῶν κατ' αὐτοῦ παρὰ τοῦ Βαϊμούντου διακηρυκευομέ νων, δαψιλεῖς τὰς δωρεὰς ἐπιχορηγήσας αὐτοῖς οἴκαδε ἐξαπέστειλεν. 12.1.6 Αὐτὸς δὲ πρὸς τὴν Θετταλοῦ πόλιν σπουδαίως ἐξῄει, ἅμα μὲν καὶ τοὺς νεήλυδας τὰ στρατιω τικὰ παιδεύειν, ἅμα δὲ καὶ τὸν Βαϊμοῦντον ἐκ τῆς περὶ αὐτοῦ φήμης ἀπείργεσθαι τῆς ἀπὸ Λογγιβαρδίας πρὸς τὴν ἡμεδαπὴν διαπεραιώσεως. Ἀπελθόντες τοίνυν οἱ κόμητες ἐκεῖνοι ἔλεγχοι τοῦ Βαϊμούντου γεγόνασιν ἀψευδέστατοι, ἀπατεῶνα ἀποκαλοῦντες αὐτὸν καὶ μηδ' ἐπὶ τῷ τυχόντι ἐπαληθεύοντα, κατὰ πρόσωπον αὐτὸν πολλάκις ἐλέγχοντες καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀποκηρύττοντες, μάρτυ ρας αὐτοπίστους ἑαυτοὺς παριστῶντες.

12.2.1 Ἐπεὶ δ' ἡ τοῦ Βαϊμούντου διαπεραίωσις ἁπανταχῆ διεδίδοτο καὶ πολλῶν ἐδεῖτο ὁ αὐτοκράτωρ δυνάμεων καὶ ἀναλόγου στρατεύματος ἀντικαθισταμένου πρὸς τὰ κελτικὰ πλήθη, οὐκ ἔμελλεν οὐδ' ἀνεδύετο, ἀλλὰ τοὺς περὶ τὴν Κοίλην Συρίαν μετεπέμπετο, τὸν Καντακουζηνόν φημι καὶ τὸν Μοναστρᾶν· ὁ μὲν γὰρ τὴν Λαοδίκειαν ἐφρούρει, ὁ δὲ τὴν Ταρσόν. Τούτους οὖν ἐκεῖθεν μεταπεμπόμενος οὐκ ἐρήμους τὰς ὑπ' αὐτῶν φρουρουμένας χώρας καὶ πόλεις κατέλιπεν· ἐς μὲν γὰρ τὴν Λαοδίκειαν τὸν Πετζέαν μεθ' ἑτέρων ἐκπέμπει δυνάμεων, ἐς δέ γε Ταρσὸν καὶ ἁπάσας τὰς ὑπὸ τὸν Μοναστρᾶν πόλεις καὶ χώρας τὸν Ἀσπιέτην. Ἀνὴρ δὲ οὗτος εὐγενὴς ἐξ Ἀρμενίων ὁρμώμενος καὶ τῶν ἐπ' ἀνδρείᾳ διαβεβοημένων, ὡς ἡ φήμη τὸ τηνικαῦτα ἐκήρυττε, κἂν ὁ τότε καιρὸς οὐ πάνυ τοιοῦτον ὄντα ἐξήλεγ ξεν ὅσον γε τὰ εἰς στρατηγικὴν δύναμιν. 12.2.2 Ὁ μὲν γὰρ τῆς Ἀντιόχου ἐπιτροπεύων Ταγγρέ, ὃν ὁ λόγος φθάσας καταλέλοιπεν ἐν Συρίᾳ, φήμας τε ὑπεπέμπετο πυκνάς, ὡς ἄρα ταχὺ καταλάβοι τὴν Κιλικίαν ἐφ' ᾧ πολιορκήσειν αὐτὴν καὶ τῶν τοῦ βασιλέως ἀφελέσθαι χειρῶν, ἅτε ἰδίαν οὖσαν καὶ τῷ δόρατι τούτου τῶν Τούρκων ἀφαιρεθεῖσαν. Καὶ οὐ μόνον φήμας τοιαύτας πανταχόσε κατέπεμπεν, ἀλλὰ καὶ διὰ γραμμάτων ἠπείλει τὰ χείρω τούτων, ἃ καὶ τῷ Ἀσπιέτῃ καθ' ἡμέραν ἑκάστην ἐνεχειρίζετο. Καὶ οὐκ ἠπείλει μόνον, ἀλλὰ καὶ τῶν ἀπειλῶν πρόδρομά τινα καὶ ἐποίει καὶ καθυ πισχνεῖτο ποιεῖν, δυνάμεις τε συναγηοχὼς ἁπανταχόθεν ἐξ Ἀρμενίων τε καὶ Κελτῶν καὶ τούτους καθ' ἑκάστην ἡμέραν γυμνάζων καὶ πρὸς παρατάξεις καὶ μάχας ἐξομαλίζων τὸ στράτευμα. Καὶ ἔστιν οὗ καὶ εἰς προνομὰς ἀποστέλλων καὶ τὸν καπνὸν πρὸ τοῦ πυρὸς παρεμφαίνων, τά τε πολιορκη τικὰ