199
ὄργανα κατασκευαζόμενος καὶ παντοιοτρόπως πρὸς τὴν πολιορκίαν ἑαυτὸν ἀνιστῶν. 12.2.3 Ἀλλὰ ταῦτα μὲν ἐκεῖνος· ὁ δὲ ἀρμένιος Ἀσπιέτης, ὥσπερ μηδενὸς αὐτῷ ἐπικειμένου μηδὲ φοβοῦντος μηδὲ τοσοῦτον ἐπικρεμαν νύντος κίνδυνον, ἐκάθητο ῥᾳθυμῶν βαρυτάτους πότους νύκτωρ ἑαυτῷ συνιστῶν. Καίτοι ἀνδρικώτατός τε ἦν καὶ Ἄρεως ὑπασπιστὴς γενναιότατος· ἐπὰν δὲ Κιλικίᾳ προσ ώκειλε, πόρρω δεσποτικῆς χειρὸς γεγονὼς καὶ ἐναυθεντήσας τοῖς πράγμασι τρυφαῖς ἑαυτὸν ἐκδεδώκει παντοίαις. Οὕτως ὁ Ἀρμένιος ἐκεῖνος ἐκθηλυνόμενος καὶ διαρρέων διηνεκῶς, ἐπειδὴ καταλάβοι ὁ τῆς πολιορκίας καιρός, ἀναπεπτωκὼς ὤφθη πρὸς στρατιώτην φερεπονώτατον τὸν Ταγγρέ. Καὶ οὔτε πρὸς τὰς βροντὰς ἐκείνου τῶν ἀπειλῶν κατεκροτήθη τὴν ἀκοὴν οὔτε κεραυνοφόρου τούτου ἐληλυθότος διὰ τῶν κατὰ Κιλικίαν πορθήσεων πρὸς τὰς ἀστραπὰς ἐνητένιζεν. 12.2.4 Ὁ μὲν γὰρ Ταγγρὲ ἀθρόον ἐξ Ἀντιοχείας στρατεύσας στρατὸν μυρίανδρον καί, διχῆ τούτους διελόμενος, τοὺς μὲν διὰ τῆς ἠπείρου πέμπει ταῖς Μόψου πόλεσι, τοὺς δὲ ναυσὶ τριήρεσιν ἐμβαλὼν διὰ τῆς θαλάττης ἄγει τῷ ποταμῷ Σάρωνι. Ῥεῖ δὲ ἄνωθεν οὗτος ἀπὸ τῶν τοῦ Ταύρου ὀρῶν καὶ διὰ μέσου παραρρέων τῶν δυεῖν πόλεων Μόψου, τῆς τε καταλελυμένης καὶ τῆς ἱσταμένης, ἐς τὸ συριακὸν ἐκδίδωσι πέλαγος. Ἀφ' οὗ αἱ νῆες ἀναπλεύσασαι τοῦ Ταγγρὲ καὶ τῷ στόματι πελάσασαι τούτου τοῦ ποταμοῦ πρὸς τὰς γεφύρας ἀνήχθησαν, αἳ τὰς ἀμφοτέρας πόλεις ξυνάπτουσι. Περιερ ρεῖτο τοίνυν ἡ πόλις ἑκατέρωθεν τῷ στρατεύματι βαλλο μένη. Ἔνθεν τοι καὶ ῥᾳδίως εἶχον διαναυμαχεῖν πρὸς τὴν πόλιν οὗτοι, καὶ πεζομαχεῖν ἐκ θατέρου οἱ ἀπὸ τῆς γῆς αὐτὴν ἐπιθλίβοντες. 12.2.5 Ὁ δέ, ὥσπερ μηδεμιᾶς καινοτο μίας ὑπούσης μηδὲ τοσούτου σμήνους στρατιωτῶν περιβομ βοῦντος κύκλῳ τὴν πόλιν, ὀλίγα τούτων ἐφρόντιζεν οὐκ οἶδ' ὅ τι παθὼν καὶ ἀναξίως τότε τῆς αὐτοῦ γενναιότητος διατεθείς. Τοῦτο εὐμισητότατον τὸν ἄνδρα τῷ βασιλικῷ στρατεύματι πεποίηκε. Τί οὖν ἔδει παθεῖν τὰς κίλικας πόλεις ὑπὸ τηλικούτου καταστρατηγουμένας ἀνδρός; Τά τε γὰρ ἄλλα ὁ Ταγγρὲ ῥωμαλεώτατος τῶν κατ' αὐτὸν ἐγεγόνει καὶ εἰς στρατηγικὴν ἐμπειρίαν τῶν σφόδρα θαυμαζομένων, πολιορκῆσαι δὲ πόλεις ἀφυκτότατος στρατηγός. 12.2.6 Καὶ θαυμάσειέ τις ἐνταυθοῖ γεγονώς, πῶς τὸν αὐτοκράτορα διέλαθε τὸ τοῦ Ἀσπιέτου ἀπειροπόλεμον. Ἐγὼ δ' ἂν ὑπεραπολογησαίμην τοὐμοῦ πατρός, ὅτι τὸ τοῦ γένους ἐπίσημον τὸν αὐτοκράτορα πέπεικεν, ὡς ἥ τε τοῦ γένους λαμπρότης καὶ τὸ τοῦ ὀνόματος περιβόητον πολλὰ συνεισενεγκεῖν ἔχοι τῇ τοῦ Ἀσπιέτου ἀρχῇ. Ἦν γὰρ τῶν Ἀρσακιδῶν τὰ πρῶταφέρων ἐκεῖνος καὶ ἐκ βασιλικοῦ καταγόμενος αἵματος. Ἔνθεν τοι καὶ στρατοπεδάρχην αὐτὸν ἠξιώκει πάσης ἀνα τολῆς καὶ εἰς ὑπερηφάνους βαθμίδας ἀνήνεγκεν ἄλλως τε καὶ πεῖραν τῆς ἀνδρείας ἐκείνου λαβών. 12.2.7 Καὶ γὰρ ὁπό ταν τῷ Ῥομπέρτῳ συνεκρότησε πόλεμον ὁ αὐτοκράτωρ καὶ ἐμὸς γενέτης, καθάπερ ἐμνημόνευσα, κατὰ τὴν τοῦ πολέ μου ἐκείνου σύρραξιν Κελτός τις ὑπερωμίας ἰθύνας τὸ δόρυ καὶ μυωπίσας τὸν ἵππον καθάπερ τις σκηπτὸς ἐμπίπτει τῷ Ἀσπιέτῃ. Ὁ δὲ τοῦ ξίφους ἐπιδραξάμενος δέχεται τὴν τοῦ Κελτοῦ βιαίαν φορὰν καὶ τιτρώσκεται μὲν καιριωτάτην πληγήν, τοῦ δόρατος τὸν πνεύμονα μὲν παραμείψαντος, ἐκεῖθεν δὲ διὰ τῆς ῥάχεως διενεχθέντος. Ὁ δὲ μήπω συγχυ θεὶς τῇ πληγῇ μηδὲ τῆς ἕδρας ἐκκυλισθείς, ἀλλ' ἑδράσας ἑαυτὸν ἰσχυρότερον παίει τὸν βάρβαρον κατὰ τῆς κόρυθος καὶ δίχα διαιρεῖ καὶ τὴν κεφαλὴν καὶ τὴν κόρυθα. Καὶ πίπτουσι καὶ ἄμφω τῶν ἵππων, ὁ μὲν νεκρὸς ὁ Κελτός, ὁ δ' Ἀσπιέτης ἔτι ἐμπνέων. Ὃν οἱ ἀμφ' αὐτὸν ἀνελόμενοι γεγονότα παντάπασιν ἔξαιμον καὶ καλῶς ἐπιμεληθέντες πρὸς τὸν αὐτοκράτορα ἤνεγκαν, δεικνύντες καὶ <τὸ> δόρυ καὶ τὴν πληγὴν καὶ τὸν θάνατον τοῦ Κελτοῦ διηγούμενοι. Ταύτης τῆς οὐκ οἶδ' ὅπως ἀνδρείας καὶ τόλμης τὸ τηνι καῦτα τῷ Ἀσπιέτῃ μεμνημένος ὁ αὐτοκράτωρ καὶ