200
τούτοις ἐπισυνάψας τὸ γένος καὶ τὴν ἀπὸ τοῦ γένους εὔκλειαν ... ἀξιόμαχον στρατηγὸν ἀποστέλλει κατὰ τὴν Κιλικίαν πρὸς τὸν Ταγγρὲ στρατοπεδάρχην τετιμηκώς, καθάπερ φθάσασα γέγραφα.
12.3.1 Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· πρὸς δέ γε τοὺς κατὰ τὴν ἑσπέραν ἐνδιατρίβοντας ἡγεμόνας ἑτέρας ἐκπέμπει γραφὰς κατευθὺ Σθλανίτζης τὴν πορείαν ἐντειλάμενος ποιεῖσθαι. Τί δέ; Τοὺς μὲν προμάχους μετεκαλεῖτο, αὐτὸς δὲ ἀναπεπτώκει ῥᾳστώνης ἀπολαύων καὶ βαλανείοις χρώ μενος, ὁποῖα εἰώθασιν οἱ τὸν βοσκηματώδη βίον προελόμε νοι βασιλεῖς; Οὐμενοῦν, ἀλλ' οὐδὲ περὶ τὰ ἀνάκτορα ὅλως ἐνδιατρίβειν ἔτι ἠνέσχετο. Ἐξεληλυθὼς δὲ τοῦ Βυζαντίου, ὡς ἄνωθεν εἴρηται, κατὰ τὸ μέσον τῶν ἑσπερίων ἐληλύθει χωρῶν τὴν Θετταλοῦ πόλιν καταλαβὼν εἰς μῆνα Σεπτέμ βριον ἐπινεμήσεως τεσσαρεσκαιδεκάτης εἰκοστοῦ ἔτους ὄντος, ἐξ οὗ τὰς τῆς βασιλείας ἡνίας περιεζώσατο. 12.3.2 Καὶ τὴν Αὔγουσταν δὲ παρεβιάσατο συνεξεληλυθέναι μετ' αὐτοῦ. Ὁ γὰρ τρόπος ἐκείνης τοιοῦτός τις ἦν· οὐ πάνυ τι δημοσιεύεσθαι ἤθελεν, ἀλλὰ τὰ πολλὰ μὲν οἰκουροῦσα ἦν καὶ τὰ ἐκείνης ἔργα ἐποίει, λέγω δὲ βίβλων τε ἀνελίξεις τῶν μακαρίων ἀνδρῶν καὶ τὸ πρὸς ἑαυτὴν ἐπιστρέφειν καὶ εὐποιίας καὶ χάριτας εἰς ἀνθρώπους, μάλιστα δὲ εἰς ἐκεί νους οὓς οἶδεν ἀπό τε τοῦ σχήματος ἀπό τε τοῦ βίου θεραπεύειν Θεὸν καὶ προσευχῇ προσανέχειν καὶ καταλλή λοις ᾠδαῖς. Ἐπειδὰν δὲ μέλλοι δημοσιεύειν ἑαυτὴν κατά τινα χρείαν ἀναγκαιοτάτην ὡς βασιλίδα, αἰδοῦς τε ὑπεπίμ πλατο καὶ ἐρύθημα εὐθὺς ἐξηνθήκει ταῖς παρειαῖς. 12.3.3 Καὶ ἡ μὲν φιλόσοφος Θεανὼ τοῦ πήχεως αὐτῆς γυμνωθέν τος, ἐπειδή τις παίζων εἰρήκει πρὸς ταύτην· «Καλὸς ὁ πῆχυς». -»Ἀλλ' οὐ δημόσιος», εἶπεν ἐκείνη. Ἡ δὲ βασιλὶς καὶ μήτηρ ἐμή, τὸ τῆς σεμνότητος ἄγαλμα, τὸ τῆς ἁγιότητος καταγώγιον, μὴ ὅτι γε πῆχυν ἢ βλέμμα δημο σιεύειν ἠγάπα, ἀλλ' οὐδὲ φωνὴν ἐκείνης ἤθελεν εἰς ἀσυνή θεις παραπέμπεσθαι ἀκοάς· τοσοῦτον ἦν ἐκείνη χρῆμα θαυμάσιον εἰς αἰδῶ. Ἐπεὶ δὲ ἀνάγκῃ οὐδὲ θεοί, φησι, μάχονται, ἀναγκάζεται πρὸς τὰς συχνὰς τοῦ αὐτοκράτορος ἐκστρατεύσεις αὐτῷ παρακολουθεῖν. 12.3.4 Κατεῖχε μὲν γὰρ αὐτὴν ἡ σύμφυτος αἰδὼς ἔνδον τῶν βασιλείων, τὸ δὲ πρὸς τὸν αὐτοκράτορα φίλτρον καὶ ἡ διάπυρος πρὸς ἐκεῖνον ἀγάπη ἐξῆγεν αὐτὴν καὶ μὴ βουλομένην τῶν ἀνακτόρων διὰ ταυτασὶ τὰς αἰτίας. Πρῶτον μὲν ὅτι τὸ συμπεσὸν αὐτῷ νόσημα τῶν ποδῶν ἐπιμελείας ἐδεῖτο πλείστης. Καὶ γὰρ ἀλγηδόνας εἶχε δριμείας ὁ αὐτοκράτωρ ἐκ τῆς ποδαλγικῆς διαθέσεως καὶ οὐδεμίαν ἐπαφὴν οὕτω προσίετο ὡς τῆς ἐμῆς δεσποίνης καὶ μητρός. Ἐμμελῶς τε γὰρ αὐτῷ προσε φέρετο καὶ ψαύουσα δεξιῶς τὰς ὀδύνας τῶν ποδῶν ὑπεκού φιζέ πως. Ὁ γάρ τοι βασιλεὺς ἐκεῖνος (καὶ μοὶ μηδεὶς τῆς περιαυτολογίας ἐπιμεμφέσθω· τὰ γὰρ οἰκεῖα θαυμάζω· μηδ' ὡς καταψευδομένην τοῦ αὐτοκράτορος ὑφοράσθω· τὰ γὰρ ἀληθῆ λέγω) πάντα τὰ ἑαυτοῦ καὶ τὰ κατ' αὐτὸν κατόπιν ἐποιεῖτο τῆς σωτηρίας τῶν πόλεων. Οὐδὲν γὰρ ἐχώριζεν αὐτὸν τῆς τῶν Χριστιανῶν ἀγάπης, οὐκ ἀλγηδόνες, οὐχ ἡδοναί, οὐ πολέμων κακώσεις, οὐκ ἄλλο οὐδέν, οὐ μικρὸν οὐ μέγα, οὐχ ἡλίου φλογώσεις, οὐ χειμώνων δριμύτητες, οὐ προσβολαὶ βαρβάρων παντοδαπαί. Ἀλλ' ἀκλινῶς εἶχε πρὸς ἅπαντα ταῦτα καὶ ὤκλαζε μὲν πρὸς τὴν φύρσιν τῶν νοση μάτων, ἀντανέθορε δὲ πρὸς τὴν βοήθειαν τῶν πραγμάτων. 12.3.5 ∆εύτερον δὲ καὶ μέγιστον αἴτιον τοῦ τὴν βασιλίδα συνο παδὸν εἶναι τῷ αὐτοκράτορι, ὅτι τοι πολλῶν ἐπιβούλων ἀναφυομένων ἁπανταχόθεν πολλῆς ἐδεῖτο τῆς ἐπιβλέψεως καὶ ὡς ὄντως πολυομμάτου δυνάμεως. Καὶ γὰρ καὶ νὺξ αὐτῷ ἐπίβουλος ἣν καὶ τὸ μεσαίτατον τῆς ἡμέρας, καὶ ἡ ἑσπέρα προσανέφυέ τι κακόν, καὶ ἡ πρῴα ἐτέκταινε χεί ριστα· μάρτυς τούτων Θεός. Ἆρ' οὖν οὐκ ἔδει τὸν βασιλέα ὑπὸ τοσούτων κακῶν ἐπιβουλευόμενον ὑπὸ μυρίων ὀμμάτων φρουρεῖσθαι, τῶν μὲν ἐπιτοξαζόντων αὐτῷ, τῶν δὲ τὸ ξίφος