203
προαποσταλέντος δυνάμεις ἀποχρώσας ἐκπέμπει εἰς ἀρωγήν. Ὁ μὲν οὖν Βολκάνος εὐθὺς πονηρότατος ὢν ἐρωτᾷ πρὸς τὸν βασιλέα τὰ περὶ εἰρήνης καὶ τοὺς ζητη θέντας ὁμήρους ἐκπέμπει. Ἐκεῖνος δὲ ἐγκαρτερήσας ἐπὶ ἐνιαυτὸν ἕνα καὶ μῆνας δύο, ὡς τὸν Βαϊμοῦντον ἔτι <ἐν> τοῖς τῆς Λογγιβαρδίας μέρεσι διατρίβοντα ἐπεπληρο φόρητο, τοῦ χειμῶνος ἐπικαταλαμβάνοντος ἤδη, τοὺς στρατιώτας πρὸς τὰς σφῶν οἰκίας ἐξέπεμψεν, αὐτὸς δὲ τὴν Θεσσαλονίκην καταλαμβάνει. Ἐν δὲ τῷ τὴν πρὸς Θεσσαλονίκην ἀνύειν ἐτέχθη ὁ πρωτότοκος τῶν υἱῶν τοῦ πορφυρογεννήτου καὶ βασιλέως Ἰωάννου κατὰ τὴν Βαλα βίσταν συνεπαγόμενος ἐν τῷ τίκτεσθαι καὶ ἕτερον θῆλυ. Ἐκεῖσε γοῦν τὴν μνήμην τοῦ μεγαλομάρτυρος ∆ημητρίου ἐκτελέσας εἰσέρχεται εἰς τὴν μεγαλόπολιν. 12.4.5 Γέγονε δὲ καί τι τοιοῦτον. Περὶ τὰ μέσα τοῦ Κωνσταντινίου φόρου, χαλκοῦς τις ἀνδριὰς ἵστατο καὶ πρὸς ἀνατολὰς ἀπέστραπτο ἐπὶ πορφυροῦ κίονος περιόπτου, σκῆπτρον μὲν κατέχων τῇ δεξιᾷ, τῇ δὲ λαιᾷ σφαῖραν ἀπὸ χαλκοῦ κατασκευασθεῖ σαν. Ἐλέγετο δ' οὖν εἶναι οὗτος Ἀπόλλωνος ἀνδριάς· Ἀνθήλιον δέ, οἶμαι, οἱ τῆς Κωνσταντίνου οἰκήτορες αὐτὸν προσηγόρευον. Ὃν ὁ μέγας ἐν βασιλεῦσι Κωνσταν τῖνος ἐκεῖνος καὶ τῆς πόλεως καὶ πατὴρ καὶ δεσπότης εἰς τὸ ἑαυτοῦ μετέθηκεν ὄνομα, Κωνσταντίνου αὐτοκράτορος ἀνδριάντα αὐτὸν προσειπών. Ἐπεκράτησε δὲ ἡ ἀρχῆθεν τεθεῖσα προσηγορία τῷ ἀνδριάντι καὶ ἤτοι Ἀνήλιος ἢ Ἀνθήλιος ὑπὸ πάντων ἐλέγετο. Τοῦτον τὸν ἀνδριάντα ἐξ αἰφνιδίου πνεύσαντες ἄνεμοι πλατύτατοι λίβες ἐκεῖθέν τε ὧσαν καὶ εἰς γῆν ἔρριψαν, περὶ τὸν ταῦρον τοῦ ἡλίου τότε ὁδεύοντος. Ὅπερ οὐκ ἀγαθὸς οἰωνὸς τοῖς πλείοσιν ἔδοξε καὶ μᾶλλον, ὁπόσοι μὴ καλῶς πρὸς τὸν αὐτοκράτορα εἶχον· ὑπεψιθύριζον γὰρ τὸν τοῦ βασιλέως θάνατον τὸ συμβὰν προμηνύειν. Ὁ δέ· «Ζωῆς καὶ θανάτου ἕνα κύριον ἐπί σταμαι, ἔλεγε, πτώσεις δὲ εἰδώλων θάνατον ἐπάγειν οὐδ' ὅλως πιστεύειν ἔχω. Ὁπηνίκα γὰρ Φειδίας τις, φέρε εἰπεῖν, ἤ τις τῶν λιθοξόων λίθον ἀποξέσας εἴδωλον ἀπεργά σοιτο, ἀναστήσει μὲν καὶ νεκρούς, παράξει δὲ καὶ ἔμψυχα; Καὶ εἰ ταῦτα, τῷ τῶν ἁπάντων ∆ημιουργῷ τί καταλειφθή σεται; «Ἀποκτενῶ γὰρ καὶ ζῆν ἐγὼ ποιήσω», φησί. Καὶ οὐχὶ τοῦδε ἢ τοῦδε εἰδώλου πτῶσις ἢ ἀνέγερσις.» Καὶ γὰρ τὰ πάντα τῇ μεγίστῃ τοῦ Θεοῦ ἀνετίθει Προνοίᾳ.
12.5.1 Κυκεὼν δὲ κατὰ τοῦ αὐτοκράτορος ἄλλος αὖθις κακῶν ἐξεγήγερτο, ὃς οὐχ ὑπὸ τῶν τυχόντων ἐξηρτύετο ἤδη. Ἄνδρες γάρ τινες, ἐπ' ἀνδρείᾳ καὶ γένους εὐκλείᾳ μεγάλα αὐχοῦντες, κατὰ τοῦ βασιλικοῦ ἐμελέτησαν σώμα τος φόνιον πνέοντες. Καὶ θαυμάζω, ἐνταῦθα τῆς ἱστορίας γεγονυῖα, πόθεν τοσοῦτον πλῆθος κακῶν τὸν βασιλέα περιεστοίχισεν· οὐδὲν γάρ, οὐδὲν ἦν οὐδ' ὁποθενοῦν, ὃ μὴ κατ' αὐτοῦ ἐκεκίνητο. Τά τε γὰρ ἔνδον ἀποστασίας ἦσαν μεστὰ καὶ τὰ ἔξωθεν ἐπαναστάσεως ἔγεμε. Καὶ μήπω πρὸς τὰ ἔνδον τοῦ αὐτοκράτορος ἀντικαταστάντος τἀκτὸς πάντα περιεφλέγμαινε, βαρβάρους ἅμα καὶ τοὺς ἔνδον τυράννους τῆς Τύχης αὐτῆς ὥσπερ τινὰς Γίγαντας αὐτο φυεῖς ἀναβλαστανούσης, καίτοι τοῦ βασιλέως ἅπαντα πρὸς τὸ ἡμερώτερον καὶ φιλανθρωπότερον ἐπιτροπεύοντος καὶ διοικονομουμένου τὰ πράγματα, καὶ οὐκ ἔστιν ὅντινα μὴ τοῖς ἀγαθοῖς κατακλύζοντος. 12.5.2 Τοὺς μὲν γὰρ καὶ ἀξιω μάτων τιμαῖς κατεκύδαινε καὶ δωρεαῖς μεγάλαις καταπλου τίζων ἀεὶ οὐκ ἀνῆκε· τοὺς δὲ ὁπουδήποτε βαρβάρους, ἀφορμὰς μὴ διδοὺς πολέμων μηδ' ἀνάγκην ἐπάγων αὐτός, ἀνασοβοῦντας ὅμως ἀνέστελλεν, ὡς ἔστι κακῶν στρατηγῶν, τῶν πραγμάτων ἡσυχαζόντων, αὐτοὺς ἐξεπίτηδες ἀνε ρεθίζειν τοὺς πέριξ εἰς πόλεμον. Εἰρήνη μὲν γὰρ τέλος ἐστὶ πολέμου παντός, τὸ δ' ἀνθελέσθαι ἀεὶ αὐτόθεν τὸ ἕνεκά του .... καὶ τοῦ ἀγαθοῦ τέλους ἀεὶ ἀμελεῖν, τοῦτο ἀνοήτων ἐστὶ στρατηγῶν καὶ δημαγωγῶν καὶ ὄλεθρον πραγ ματευομένων τῆς πόλεως. Ἀλλ' ὁ βασιλεὺς Ἀλέξιος τοὐναντίον ἅπαν ἐποίει καὶ τοῦ εἰρηνεύειν