204
ἐκτόπως ἐπε μελεῖτο καὶ .... παροῦσαν ἀεὶ πανταχόθεν συνεῖχε καὶ ἀπούσης ἐπηγρύπνει πολλάκις, ὅπως ἐπανέλθοι. Καὶ ἦν ὁ αὐτὸς κατὰ φύσιν μὲν εἰρηνικός, ἀναγκαζόντων δὲ τῶν πραγμάτων πολεμικώτατος. Καὶ ἔγωγ' ἂν φαίην θαρρούν τως περὶ τοῦ ἀνδρὸς ἐκείνου, ὡς ἄρα τοῦ βασιλικοῦ χαρακτῆρος, πολλοῦ χρόνου καταλελοιπότος τὰ τῶν Ῥω μαίων βασίλεια, ἐπ' αὐτοῦ καὶ μόνου ἐπανεληλυθέναι τρόπον τινὰ τότε πρώτως τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐπιξενου μένου. 12.5.3 Ἀλλ' ὅπερ ἔλεγον τοῦ λόγου ἀρχομένη, ὅτι θαυμάζειν ἔχω τὴν τοσαύτην τῶν πραγμάτων τῶν πολε μικῶν ἐπίχυσιν· τά τε γὰρ ἔξω καὶ τἄνδον πάντα ἦν ἰδεῖν κυμαινόμενα πανταχόθεν. Ἀλλ' ὅ γε βασιλεὺς Ἀλέξιος καὶ τὰ ἀφανῆ τῶν ἐχθρῶν καὶ κρύφια καὶ προῃσθάνετό τε καὶ παντοδαποῖς μηχανήμασι πόρρω τὰς βλάβας ἀπήλαυνε, καὶ πρὸς τοὺς ἔνδοθεν τυράννους καὶ πρὸς τοὺς ἔξωθεν βαρβάρους ἀνταγωνιζόμενος ἀεὶ προφθάνων ὀξύτητι νοῦ τὰς τῶν ἐπιβουλευόντων ἐπιβουλὰς καὶ ἀνακόπτων τὰς τούτων ὁρμάς. Καὶ ἔγωγε στοχάζομαι ἀπὸ τῶν πραγμάτων αὐτῶν τὴν Τύχην τῆς βασιλείας, ὅτι πανταχόθεν συνέρ ρευσε τὰ δεινὰ καὶ ἐτετάρακτο αὐτό τε τὸ σῶμα τῆς πολι τείας καὶ πᾶν ἀλλότριον ἐμεμήνει κατὰ τῆς βασιλείας Ῥωμαίων, ὡς εἴ τις οὕτως ἔχοι κακῶς, ὥστε καὶ ὑπὸ τῶν ἀλλοδαπῶν πολεμεῖσθαι καὶ ὑπὸ τῶν οἰκείων κατατρύχε σθαι τὰς σάρκας διαμασσώμενον, τοῦτον δὲ ἀνεγεῖραι τὴν Πρόνοιαν, ἵνα πρὸς τὰ πανταχόθεν κακὰ ἀντιμηχανῷτο, ὥσπερ δὴ καὶ τὸ τηνικαῦτα συνιδεῖν ἔδει. Ὅ τε γὰρ Βαϊ μοῦντος ὁ βάρβαρος ὁ πολλάκις ἡμῖν εἰρημένος ἐξηρτύετο κατὰ τῶν σκήπτρων Ῥωμαίων βαρύτατον στράτευμα ἐπα γόμενος καὶ τὸ τυραννικὸν τοῦτο πλῆθος ἑτέρωθεν ἀντε πηγείρετο, καθάπερ ἄνωθεν τοῦ λόγου πεπροοιμίασται. 12.5.4 Τέσσαρες μὲν ἦσαν οἱ ξύμπαντες οἱ τῆς βουλῆς καταρχόμενοι, Ἀνεμάδες τὴν ἐπωνυμίαν, τὰς κλήσεις ὁ μὲν Μιχαήλ, ὁ δὲ Λέων, ὁ ἕτερος ..., ὁ ἄλλος ... προσ ηγορεύετο. Ἀδελφοὶ δ' ἦσαν καὶ τὰ σώματα πρότερον καὶ τότε τὴν γνώμην· εἰς ταὐτὸ γὰρ ἅπαντες συνεφρόνησαν, ἀποκτεῖναί τε τὸν αὐτοκράτορα καὶ τῶν βασιλικῶν ἐπι λήψεσθαι σκήπτρων. Συνυπήγοντο δὲ αὐτοῖς καὶ ἕτεροι τῶν εὐγενῶν, οἵ τε Ἀντίοχοι γένους ὄντες περιφανοῦς καὶ οἱ Ἐξαζηνοὶ καλούμενοι, ὅ τε ∆ούκας καὶ ὁ Ὑαλέας, ἄνδρες ἐκθυμότατοι τῶν πώποτε γεγενημένων πρὸς μάχας, πρὸς δὲ καὶ Νικήτας ὁ Κασταμονίτης καὶ Κουρτίκιός τις καὶ ὁ Βασιλάκιος Γεώργιος. Οὗτοι μὲν οὖν ἦσαν τοῦ στρα τιωτικοῦ καταλόγου πρωτεύοντες, τῆς δέ γε συγκλήτου ὁ Σολομῶν Ἰωάννης. Ὃν διὰ πλούτου περιουσίαν καὶ γένουςλαμπρότητα βασιλέα χρίσειν ὁ Μιχαὴλ ὁ καὶ κορυφαῖος τῆς τετρακτύος τῶν Ἀνεμάδων σχηματιζόμενος ἐπηγγέλ λετο. Ὁ δὲ Σολομῶν οὗτος τῆς συγκλήτου λογάδος τὰ πρῶτα φέρων οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν συνεξηπα τημένων αὐτῷ βραχύτατος μὲν ἦν τὴν ἡλικίαν, κουφότατος δὲ τὴν γνώμην. Ἀριστοτελικῶν τε καὶ Πλατωνικῶν μαθη μάτων ᾤετο εἰς ἄκρον ἐληλυθέναι· οὐ μὴν εὖ ἧκε τῆς φιλοσόφου εἰδήσεως, ἀλλ' ὅμως ἐτετύφωτο διὰ περιουσίαν κουφότητος. 12.5.5 Λοιπὸν πρὸς τὴν βασιλείαν ὅλοις ἱστίοις ἀπένευε καθάπερ ὑπὸ τούτων τῶν Ἀνεμάδων ἐμπνεόμενος. Ἀλλ' ἦσαν ἄρα τὰ πάντα πλάνοι. Οὐ γὰρ εἶχον ἐν νῷ τοῦτον οἱ ἀμφὶ τὸν Μιχαὴλ ἐς τὸν βασιλικὸν θρόνον ἀναγαγεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τῇ κουφότητι τοῦ ἀνδρὸς καὶ τῷ πλούτῳ πρὸς τὴν ἰδίαν ἐπιχείρησιν ἀπεχρῶντο. Ἀεί τι ἐκεῖθεν τοῦ χρυσοῦ ῥεύματος ἐπι σπῶντες καὶ ταῖς ἐλπίσι τῆς βασιλείας ποιοῦντες ὑπό τυφον ὅλον ἑαυτοῖς τιθασσὸν ἐποιήσαντο γνώμης τοιαύτης ἔχοντες, ὡς εἰ εὔοδα πράξαιεν καὶ ἡ Τύχη αὐτοῖς εὐνού στερόν πως ἐνατενίσειε, τὸν μὲν παραγκωνίσαιντο ἀφέντες ψαίρειν ἐπὶ πελάγους, αὐτοὶ δὲ τῶν σκήπτρων ἀνθέξοιντο μικράν τινα δόξαν καὶ εὐετηρίαν αὐτῷ ἀπονείμαντες. Οἱ μέντοι γε πρὸς ἐκεῖνον λόγοι τῆς ἐπιβουλῆς οὐ φόνον τοῦ αὐτοκράτορος ἐπηγγέλλοντο οὐδὲ ξιφουλκίας ἐμέμνηντο, οὐ μάχης οὐδὲ πολέμων, ἵνα μὴ