208
ζωγρίαν ἄγει τῷ αὐτοκράτορι ἐπομοσάμενος μηδὲ θεάσασθαι αὐτὸν τὸ παράπαν, μήτε ὁμιλίας ἀξιῶσαι κατὰ τὴν ὁδόν, πολλὰ δὲ ὅμως ὑπὲρ αὐτοῦ παρεκάλει τὸν αὐτο κράτορα, ἐκείνου ὑποκρινομένου τῶν ὀμμάτων αὐτὸν βού λεσθαι ἀποστερῆσαι. 12.7.4 Μόγις οὖν ὁ αὐτοκράτωρ τὴν ὑπόκρισιν παρεγύμνωσε κατανεύσας δῆθεν ταῖς αὐτοῦ παρακλήσεσι, πολλὰ παρεγγυησάμενος μὴ ἔκφορον τὸν λόγον ποιήσασθαι. Μετὰ δὲ τρίτην ἡμέραν, τὴν ἐν χρῷ κουρείαν κειράμενον τὴν κεφαλήν τε καὶ τὸν πώγωνα διὰ μέσης περιαχθῆναι τῆς ἀγορᾶς ἐκέλευσε, κᾆθ' οὕτως εἰς τὸν ἤδη ῥηθέντα πύργον τοῦ Ἀνεμᾶ εἰσαχθῆναι. Ἐπεὶ δὲ καὶ ἔμφρουρος ὢν ἀσύνετος ἦν ἀπονοίας ῥήματα πρὸς τοὺς δεσμοφύλακας ὁσημέραι ἀποφοιβάζων, πολλῆς παρὰ τοῦ αὐτοκράτορος ἐπιμελείας διὰ μακρῶν ἠξιοῦτο χειρῶν, ὥστε μεταβαλεῖν καὶ μετανοίας ἐνδείξασθαι τρόπον. Ὁ δὲ ὁ αὐτὸς καὶ αὖθις ἦν, μετεκαλεῖτο δὲ συχνῶς τὸν ἐμὸν καί σαρα πάλαι πρὸς ἡμᾶς φιλίως ἔχων. Καὶ παρεχώρει τούτῳ τηνικαῦτα καὶ ὁ αὐτοκράτωρ ἐφ' ᾧ καὶ τῆς πολλῆς αὐτὸν ἀνακτᾶσθαι ἀθυμίας καὶ συμβουλεύειν τὰ λῴονα. Ὁ δὲ βραδὺς πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐφαίνετο· ἔνθεν τοι καὶ ἐπὶ πλείονα καιρὸν ἔμφρουρος ἦν. Εἶτα συμ παθείας ἀξιωθεὶς τοσαύτης φιλοφροσύνης ἀπήλαυε καὶ δωρεῶν καὶ τιμῆς ὁπόσης οὐδὲ πρὸ τοῦ, ὁποῖος ὁ ἐμὸς βασιλεὺς περὶ τὰ τοιαῦτα.
12.8.1 Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς ἐπιβούλους καὶ τὸν ἀποστάτην Γρηγόριον οἰκονομήσας οὐδὲ τὰ κατὰ τὸν Βαϊμοῦντον ἐλάθετο, ἀλλὰ μεταπεμψάμενος τὸν Κοντοστέφα νον Ἰσαάκιον μέγαν δοῦκα τοῦ στόλου προὐβάλετο καὶ πρὸς τὸ ∆υρράχιον ἐξέπεμψεν ἐπαπειλησάμενος τὴν τῶν ὀφθαλ μῶν αὐτοῦ ἐκκοπήν, εἰ μὴ φθάσας προκαταλάβοι τὴν πρὸς τὸ Ἰλλυρικὸν τοῦ Βαϊμούντου διαπεραίωσιν. Πέμπει δὲ καὶ συνεχῆ γράμματα πρὸς τὸν δοῦκα ∆υρραχίου Ἀλέξιον, τὸν ἀδελφιδοῦν αὐτοῦ, ἐπαλείφων τοῦτον καὶ παρασκευάζων ἐγρηγορέναι διὰ παντὸς καὶ τοὺς κατὰ τὴν θάλασσαν ἐπι σκοποῦντας αὐτὸ τοῦτο ποιεῖν παρακελεύεσθαι, ὡς μὴ λά θοι ὁ Βαϊμοῦντος διαπεράσας, ἀλλ' εὐθὺς δηλωθῆναί οἱ διὰ γραμμάτων. 12.8.2 Ταῦτα μὲν οὖν ὁ αὐτοκράτωρ· ὁ δὲ Κοντοστέφανος ἐντεταλμένον ἔχων μηδὲν ἄλλο ἢ τὸν ἀνα μεταξὺ Λογγιβαρδίας ἐπιμελῶς τηρεῖν πορθμὸν καὶ τοὺς πρὸς τὸ ∆υρράχιον προπομποὺς τοῦ Βαϊμούντου καὶ πᾶσαν τὴν αὐτοῦ παρασκευὴν ἐκεῖθεν ἐνθάδε κομισομένους ἀπείργειν καὶ μηδὲ τὸ τυχὸν κομίζεσθαί οἱ ἐκ Λογγιβαρδίας παράπαν συγχωρεῖν, ἀπελθὼν ἠγνόησε τὸν ἐπιτήδειον τόπον τῶν ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπλῳζομένων. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ παραβλεψάμενος τὰ προστεταγμένα εἰς Ὑδροῦντα διαπερᾷ, ὅπερ πόλις ἐστὶ κατὰ τὴν παραλίαν τῆς Λογγιβαρδίας διακειμένη. Ταύτην τὴν πόλιν γυνή τις ἐφρούρει, μήτηρ, ὡς ἐλέγετο, τοῦ Ταγγρέ, εἴτε ἀδελφὴ τοῦ ἐν πολλοῖς ἤδη ῥηθέντος Βαϊμούντου εἴτε καὶ μή, συνιδεῖν οὐκ ἔχω· οὐ γὰρ οἶδα σαφῶς εἰ πατρόθεν ἢ μητρόθεν τὴν πρὸς τὸν Βαϊμοῦντον ὁ Ταγγρὲ συγγένειαν ἐκέκτητο. 12.8.3 Ἐκεῖσε παραγενόμενος καὶ προσορμίσας τὰς νῆας ἀπε πειρᾶτο τῶν [τοῦ Βρεντησίου] τειχῶν καὶ εἰς χεῖρας εἶχεν ἤδη. Ὡς δὲ τοῦτο ἡ ἐντὸς οὖσα γυνὴ φρενήρης οὖσα καὶ σταθηρὰ τὴν γνώμην ἐθεάσατο, ὁπηνίκα τὰς ναῦς κεῖθι προσώρμισεν, εἰς ἕνα τῶν υἱῶν αὐτῆς ἀποστείλασα σπου δαίως τοῦτον μετεκαλεῖτο. Τοῦ δὲ ναυτικοῦ παντὸς θαρ σήσαντος ἤδη, ὡς ἐν χερσὶ τὴν πόλιν ἔχοντος, καὶ τὴν τοῦ βασιλέως εὐφημίαν ποιουμένων ἁπάντων, καὶ αὕτη ἐν ἀμηχανίᾳ καταστᾶσα ταὐτὸ τοῦτο παρεκελεύετο ποιεῖν καὶ τοὺς ἐντός. Ἅμα δὲ καὶ πρὸς τὸν Κοντοστέφανον πρέσβεις ἀποστείλασα, δουλείαν ὡμολόγει τῷ αὐτοκράτορι καὶ εἰρηνικὰς μετ' αὐτοῦ σπονδὰς ὑπισχνεῖτο ποιήσασθαι πρὸς αὐτόν τε ἐξελεύσεσθαι τὰ κατὰ σκοπὸν ἀνακοινωσο μένη, ὡς πάντα δι' αὐτοῦ δηλωθείη τῷ αὐτοκράτορι. Τοιαῦτα δὲ ἐμηχανᾶτο ἀπαιωροῦσα τὸν τοῦ Κοντοστεφά νου λογισμόν,