1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

209

εἴ που ἐν τῷ μεταξὺ καταλάβοι ὁ ταύτης υἱὸς καὶ τηνικαῦτα τὴν σκηνήν, καθάπερ τοὺς τραγικούς φασι, ῥίψασα μάχης ἀνθέξοιτο. 12.8.4 Συμμιγοῦς οὖν τῆς εὐφημίας ἀπό τε τῶν ἐντὸς ἀπό τε τῶν ἐκτὸς γινομένης καὶ πάντα τὰ πέριξ κατειληφυίας, ἐπεὶ τοιούτοις λόγοις καὶ ἐπαγγελίαις ψευδέσι τὸν τοῦ Κοντοστεφάνου ἀπῃώρει λογισμὸν ἡ στρατιῶτις ἐκείνη γυνὴ ὡς εἴρηται, κατα λαμβάνει καὶ ὁ προσδοκώμενος μεθ' ὧν συνυπήγετο κομή των καὶ ὁμόσε κατὰ τοῦ Κοντοστεφάνου χωρήσας ἡττᾷ κατὰ κράτος. Οἱ μὲν οὖν τοῦ ναυτικοῦ ἅπαντες ὡς ἄπειροι τῆς διὰ ξηρᾶς μάχης τῇ θαλάσσῃ ἑαυτοὺς προσέρριψαν· τῶν δέ γε Σκυθῶν προεκδραμόντων (παρῆσαν γὰρ ἱκανοὶ μετὰ τοῦ ῥωμαϊκοῦ στρατεύματος) ἐν τῷ καιρῷ τῆς μάχης εἰς προνομήν, ὡς ἔθος τοῖς τοιούτοις βαρβάροις, συμ βέβηκεν ἁλῶναι τούτων ἓξ τὸν ἀριθμόν, οὓς καὶ ἀποστα λέντας θεασάμενος ὁ Βαϊμοῦντος καθάπερ τι μέγιστον πόρισμα τούτους λαβὼν εὐθὺς πρὸς Ῥώμην ἀπῄει. 12.8.5 Καὶ καταλαβὼν τὸν ἀποστολικὸν θρόνον καὶ τῷ πάπᾳ δια λεχθεὶς καὶ πρὸς ὀργὴν ὅλον κινήσας κατὰ τῶν Ῥωμαίων καὶ τὴν ἀνέκαθεν τῶν βαρβάρων τούτων μῆνιν κατὰ τοῦ ἡμεδαποῦ γένους ἀνερεθίσας, ἵνα μᾶλλον τοὺς ἀμφὶ τὸν πάπαν Ἰταλοὺς ἐκμήνειεν, ὁ Βαϊμοῦντος καὶ τοὺς ἑαλω κότας τῶν Σκυθῶν παρεστήσατο ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων ἐνδεικνύμενος ὡς ἄρα ὁ αὐτοκράτωρ Ἀλέξιος, δυσμενῶς ἔχων τὰ πρὸς Χριστιανούς, βαρβάρους τινὰς ἀπίστους καὶ ἀλλοκότους ἱπποτοξότας ἐφίστησι κατὰ τῶν Χριστιανῶν ὅπλον κινοῦντας καὶ τόξον ἐντείνοντας. Καὶ ἐφ' ἑκάστου λόγου τοιούτου ὑπεδείκνυ τοὺς Σκύθας ἐκεί νους τῷ πάπᾳ σκυθικῶς ἐσταλμένους καὶ κατὰ τὸ εἰωθὸς πρὸς τὸ βαρβαρικώτερον ἀποβλέποντας, καὶ τούτους κατὰ τὸ ἔθος τῶν Λατίνων παγάνους ἄνω καὶ κάτω προσηγόρευε, καταμωκώμενος καὶ τοὔνομα καὶ τὸ σχῆμα. Πανούργως δέ, ὡς ἔοικε, τὸ πρᾶγμα μετεχειρίζετο τοῦ κατὰ Χριστιανῶν πολέμου, ἵνα δὴ καὶ ἀρχιερατικὴν γνώμην συμπείσειεν ὡς εὐλόγως ἄρα κατὰ τῆς τῶν Ῥωμαίων ἔχθρας κεκίνητο, ἐν ταὐτῷ μνηστευόμενος καὶ πολλῶν ἀνδρῶν αὐτόματον συλ λογὴν ἀγροικοτέρων καὶ ἀνοήτων. Τίς γὰρ ἂν οὐχὶ τῶν ἀγχοῦ καὶ πόρρω βαρβάρων αὐτόμολος ἧκεν εἰς τὸν καθ' ἡμῶν πόλεμον, ἀρχιερατικῆς γνώμης ἐπιτρεπούσης καὶ τοῦ φαινομένου εὐλόγου πᾶσαν ἵππον καὶ ἄνδρα καὶ χεῖρα στρατιωτικὴν ἐξοπλίζοντος; Τοῖς τούτου λόγοις οὖν συνελαθεὶς ὁ πάπας καὶ ὁμογνωμονήσας αὐτῷ τὴν πρὸς τὸ Ἰλλυρικὸν ἐπέτρεψε διαπεραίωσιν. 12.8.6 Ἐπανιτέον δ' αὖθις τὸν λόγον πρὸς τὸ προκείμενον. Ἐκθυμότερον μὲν οὖν οἱ ἠπειρῶται στρατιῶται τῆς μάχης ἀντείχοντο· τοὺς δέ γε λοιποὺς τὸ τῆς θαλάττης ῥόθιον ὑπεδέξατο. Κἀντεῦ θεν λαμπρὰν οἱ Κελτοὶ εἶχον εἰς χεῖρας νίκην· οἱ δέ γε γενναιότεροι τῶν στρατιωτῶν καὶ μᾶλλον οἱ τῆς μείζονος τύχης, ὧν φέριστοι [μᾶλλον] ἐκεῖνος Νικηφόρος Ἐξαζη νὸς ὁ Ὑαλέας καὶ ὁ τούτου ἐξάδελφος Κωνσταντῖνος Ἐξαζηνὸς ὁ καλούμενος ∆ούκας καὶ ὁ ἀνδρικώτατος Ἀλέξανδρος ὁ Εὐφορβηνὸς καὶ ἕτεροι τῆς αὐτῆς ἀξίας καὶ τύχης, μνησάμενοι θούριδος ἀλκῆς ἐπιστραφέντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι, ὅλῃ χειρὶ καὶ γνώμῃ πρὸς τοὺς ἡττήσαντες αὐτοὺς λαμπρὰν τὴν κατ' αὐτῶν νίκην ἤραντο. 12.8.7 Ἀνακωχὴν οὖν ὁ Κοντοστέφανος ἐντεῦθεν λαβὼν τῆς κελτικῆς ἐπελεύσεως λύσας ἐκεῖθεν τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ παντὸς τὸν Αὐλῶνα καταλαμβάνει. Ἐπεὶ δέ, ὁπότε πρώτως τὸ ∆υρράχιον καταλαβὼν τὰς ὑφ' ἑαυτὸν πολεμικὰς ναῦς ἐξ αὐτοῦ ∆υρραχίου μέχρι τοῦ Αὐλῶνος καὶ αὐτῆς τῆς καλουμένης Χιμάρας διέσπειρεν, ἀπέχοντος μὲν τοῦ ∆υρραχίου τοῦ Αὐλῶνος σταδίους ἑκατόν, τῆς δὲ Χιμάρας τοῦ Αὐλῶνος αὖθις ἀπεχούσης σταδίους ἑξή κοντα, τὴν τοῦ Βαϊμούντου ἐπειγομένην ἤδη ἐμάνθανε διαπεραίωσιν, στοχασάμενος ἐνδεχόμενον εἶναι μᾶλλον εἰς τὸν Αὐλῶνα διαπερᾶσαι αὐτὸν διὰ τὸ ἥττονα εἶναι τὸν πρὸς τὸν Αὐλῶνα πλοῦν τοῦ πρὸς τὸ ∆υρράχιον, καὶ διὰ τοῦτο δεῖν πλείονα τὴν φυλακὴν τοῦ