1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

210

Αὐλῶνος ποιήσασθαι, ἀπελθὼν μετὰ τῶν ἑτέρων δουκῶν ἐτήρει ἐπιμελῶς τὸν ἀναμεταξὺ πορθμὸν τοῦ Αὐλῶνος καὶ κατὰ τὴν ἀκρολοφίαν τοῦ καλουμένου Ἰάσονος βουνοῦ σκοποὺς ἐπιστήσας ἐφ' ᾧ τὴν θάλασσαν περιαθρεῖν καὶ τὰς ναῦς ἐπισκοπεῖν. 12.8.8 Κελτὸς δέ τις ἐκεῖθεν ἄρτι διαπεραιωθεὶς ἐβεβαίου τούτοις τὴν τοῦ Βαϊμούντου ἐπὶ ξυροῦ εἶναι διαπεραίωσιν. Τοῦτο οἱ Κοντοστέφανοι μεμαθηκότες καὶ ἀποδειλιῶντες πρὸς τὴν μετὰ τοῦ Βαϊμούντου ναυμαχίαν (καὶ γὰρ καὶ φήμη μόνη τούτους κατέπληττε) νοσεῖν ἐσκήψαντο καὶ διὰ τοῦτο δεῖσθαι βαλανείων. Καὶ ὁ Λαντοῦλφος καὶ τοῦ ναυτι κοῦ παντὸς ἐξηγούμενος, ἐμπειρίαν πολλὴν τῆς ναυλοχίας καὶ τοῦ κατὰ θάλασσαν πολέμου ἐκ πολλοῦ κεκτημένος, πολλὰ τούτοις παρηγγυᾶτο ἐγρηγορέναι διὰ παντὸς καὶ τὴν τοῦ Βαϊμούντου καραδοκεῖν ἔφοδον. Οἱ δὲ Κοντοστέφανοι, ἐν τῷ πρὸς Χιμάραν ἀπιέναι βαλανείου χάριν, τὸν καλού μενον δεύτερον τὸν δρουγγάριον τοῦ στόλου μετὰ τοῦ Ἐξκουσσάτου μονήρους κατ' αὐτὴν τὴν Γλῶσσαν σκοπέα κατέλιπον οὐ πόρρω που τοῦ Αὐλῶνος διακειμένην. Ὁ δέ γε Λαντοῦλφος κατὰ τὸν Αὐλῶνα προσέμενε μετά τινων συμμέτρων νηῶν.

12.9.1 Τούτων οὕτω διατεθέντων οἱ μὲν ἀπῄεσαν ἢ λου σόμενοι ἢ κατὰ σχῆμα λουσόμενοι· ὁ δὲ Βαϊμοῦντος δώδεκα μὲν λῃστρικὰς νῆας τάξας ἀμφ' αὐτὸν διήρεις ἁπάσας οὔσας καὶ εἰρεσίαν πολλὴν κεκτημένας, ὡς καὶ ἠχητικόν τι καὶ κατάκροτον ἐπικτυποῦσαν ταῖς. τῶν κωπῶν συνεχέσιν ἐπεμβολαῖς, κύκλῳ δὲ τοῦ τοιούτου στόλου συντάξας στρογγύλας νῆας ἐξ ἑκατέρου μέρους καθάπερ περίβολον ἐντὸς τὸν πολεμικὸν συνέκλειε στόλον. Καὶ εἶπες ἂν ἰδὼν καὶ πόρρωθεν ἀπὸ σκοπιᾶς θεασάμενος πόλιν εἶναι δια πόντιον τὴν πλέουσαν ναυστολίαν. Συνεπέβαλε γάρ τι καὶ τὰ τῆς τύχης αὐτῷ. Καὶ γὰρ ἥ γε θάλασσα ἀκύμαντος ἦν, εἰ μὴ ὅσον κατὰ τὸν νότον ἐπέφρισσεν αὔρας λιγείας ἐπιπνεούσης καὶ ὅσον ἐξογκούσης τὰ τῶν ὁλκάδων ἱστία. Ἐποίει γὰρ ἐκείνας μὲν οὐριοδρομεῖν, τὰς δ' ἐρεσσομένας τῶν νηῶν ταῖς πλεούσαις εὐθυδρομεῖν καὶ κρότον ἐξά κουστον καὶ ἐν μέσῳ πελάγους τοῦ Ἀδριαντικοῦ ἑκατέραις ταῖς ἠπείροις ἠχεῖν. Οὕτως ἦν θέαμα θάμβους ἄξιον ὁ βαρβαρικὸς οὗτος στόλος τοῦ Βαϊμούντου, ὃν εἰ καὶ οἱ περὶ τοὺς Κοντοστεφάνους ὠρρώδησαν, οὐκ ἂν μεμψαίμην οὔτ' ἂν δειλίας τοὺς ἄνδρας γραψαίμην. Καὶ γὰρ ἂν τοῦτον καὶ τὸν οὕτως ἔχοντα στόλον καὶ ὁ Ἀργοναυτικὸς ἐκεῖνος ἐδεδοίκει στόλος, μὴ ὅτι γε Κοντοστέφανοι καὶ Λαντοῦλφοι καὶ τοιοῦτοί τινες. 12.9.2 Ὁ γάρ τοι Λαντοῦλφος τὸν Βαϊ μοῦντον θεασάμενος οὕτω φρικτῶς διαπλῳζόμενον μετὰ μυριοφόρων ὁλκάδων, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν ἀκρι βέστερον, ἐπεὶ οὐχ οἷός τε πρὸς τοσούτους μάχεσθαι ἦν, μικρὸν τοῦ Αὐλῶνος παρεκκλίνας ἄδειαν τῷ Βαϊμούντῳ δίδωσι. ∆εξιᾷ δὲ τύχῃ χρησάμενος, ἐκ Βάρεως ἐπὶ τὸν Αὐλῶνα περαιωσάμενος ἅπαν τὸ διαπόντιον αὐτοῦ στρά τευμα εἰς τὴν περαίαν ἀποβησάμενος, πρῶτα μὲν ἐλῄσατο τὴν παραλίαν ἅπασαν, ἀμύθητον στράτευμα ἐπαγόμενος φραγγικόν τε καὶ κελτικὸν καὶ ὅσοι ἀπὸ τῆς Θούλης νήσου στρατεύονται Ῥωμαίοις τότε δὴ αὐτῷ προσχωρήσαντες διὰ τὴν τοῦ καιροῦ δυναστείαν καὶ δὴ καὶ πλείους τοῦ γερμανικοῦ γένους καὶ ἀπὸ τῶν Κελτιβήρων. Τούτους γὰρ ἅπαντας συλλεξάμενος <ἐπὶ> πάσης τῆς ἐντὸς Ἀδρίου ὑφήπλωσε γῆς καὶ τὰ ἐφεξῆς ἅπαντα λῃσάμενος τῇ Ἐπιδάμνῳ προσέβαλεν, ἣν ∆υρράχιον ὀνομάζομεν, ταύτην τὴν πόλιν σκοπὸν ἔχων ἑλεῖν κᾆθ' οὕτως τὴν ἐπὶ τάδε μέχρι τῆς Κωνσταντίνου λῄσασθαι. 12.9.3 ∆εινὸς δὲ ὢν εἴπερ ἄλλος τις εἰς πολιορκίαν ὁ Βαϊμοῦντος καὶ τὸν Πολιορκητὴν ἐκεῖνον ∆ημήτριον ὑπερβαλλόμενος τὴν Ἐπίδαμνον πᾶσαν ἐν νῷ βαλλόμενος πάσας ὠδῖνας μηχανικὰς κατὰ τῆς πόλεως ταύτης ἐκίνησε. Πρῶτα μὲν κύκλῳ περι βαλόμενος τὸ ἑαυτοῦ στράτευμα καὶ τὰ