211
ἐγγὺς καὶ πορρω τέρω τῆς πόλεως ∆υρραχίου πολιορκῶν, καὶ ποτὲ μὲν ὑπαντιαζόντων αὐτῷ στρατευμάτων ῥωμαϊκῶν, ποτὲ δὲ καὶ ἐρημίας οὔσης τῶν ἀποκωλυόντων αὐτόν. Καὶ πολέμων πολλῶν καὶ κλόνων ἐγγινομένων καὶ φόνων, καθάπερ ἄνωθεν εἴρηται, πρὸς τὴν πολιορκίαν αὐτὴν τῆς πόλεως ∆υρρα χίου ἀπέβλεψεν. 12.9.4 Ἀλλὰ πρὶν ἥκειν εἰς αὐτὴν ἐκείνην τὴν ἐπὶ τῷ ∆υρραχίῳ μάχην τοῦ τυράννου Βαϊμούντου, ἀναγκαῖόν ἐστιν εἰπεῖν ὅπως ἔχει θέσεως ἡ πόλις. Κεῖται μὲν ἐπ' αὐταῖς ᾐόσι τοῦ Ἀδριαντικοῦ πελάγους· ἐν τῷ μέσῳ δὲ ὑφήπλωται πέλαγος πολὺ καὶ μακρὸν καὶ κατὰ πλάτος μὲν παρατεῖνον εἰς τὴν περαίαν τῶν Ἰταλῶν, κατὰ μῆκος δὲ ἀνιὸν καὶ ἐπικάμπτον πρὸς ἀνατολάς τε καὶ πρὸς βορρᾶν πρὸς τοὺς Οὐέτονας βαρβάρους, ὧν καταντι κρὺ κεῖται τῶν Ἀπουληίων ἡ χώρα. Καὶ καθόλου μὲν ὁ Ἀδρίας ὧδε περατοῦται· τὸ μέντοι ∆υρράχιον ἢ Ἐπίδαμνος, ἀρχαία πόλις καὶ ἑλληνίς, κατωτέρω μὲν κεῖται τοῦ Ἐλισσοῦ καὶ πρὸς τὰ εὐώνυμα μέρη τούτου, ἀνωτέρω δὲ ὁ Ἐλισσὸς καὶ δεξιώτερος. 12.9.5 Οὗτος δὲ ὁ Ἐλισσός, εἴτε ἀπό τινος ποταμοῦ Ἐλισσοῦ ὀνομαζομένου συμμιγνυ μένου τῷ ∆ρυμόνι μεγίστῳ ποταμῷ, εἴτε οὕτως ἁπλῶς τὸ πολίχνιον ὠνόμαστο, οὐκ ἔχω σαφῶς εἰπεῖν. Ὁ δὲ Ἐλισσὸς μετέωρόν ἐστι πολίχνιον καὶ πάντη δυσάλωτον, κάτω καὶ περὶ τὰς πεδιάδας ὁρῶν τὸ ∆υρράχιον, ὡς λέγουσι, τοιοῦ τον δὲ ἀσφαλές, ὥστε καὶ ἠπειρόθεν καὶ ἐκ θαλάττης πολ λὴν ἀρωγὴν ποιεῖν ∆υρραχίῳ. Ὥι πολιχνίῳ, τῷ Ἐλισσῷ, καὶ ἀποχρησάμενος ὁ αὐτοκράτωρ Ἀλέξιος εἰς βοήθειαν τῆς πόλεως Ἐπιδάμνου, ἀπό τε τοῦ ποταμοῦ ∆ρυμόνος ναυσιπόρου τυγχάνοντος καὶ ἀπὸ τῆς ἠπείρου τὴν πόλιν ∆υρραχίου κατησφαλίσατο, τὰ χρειώδη ἐκ γῆς καὶ θαλάτ της εἰσάγων, ὅσα τε εἰς τροφὴν τῶν αὐτόθι στρατιωτῶν τε καὶ οἰκητόρων, καὶ ὅσα πρὸς ὅπλα καὶ μάχας ἦν ἐπιτήδεια. 12.9.6 Ὁ δὲ ∆ρυμὼν οὗτος ὁ ποταμός, ἵνα τι καὶ περὶ τοῦ ῥεύματος τούτου προσιστορήσαιμι, ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῆς Λυχνίτιδος λίμνης, ἣν ἡ νῦν γλῶττα ἐκβαρβαρώσασα Ἀχρίδα προσηγόρευσεν, ἀπὸ [δὲ] Μόκρου διά τινων τάφρων ἑκατόν, ἃς γεφύρας ἐπονομάζομεν. Καὶ γὰρ ἀπορ ρέουσιν ὥσπερ ἀπό τινων ἀρχῶν διαφόρων τῆς λίμνης διῃρημένοι ποταμοὶ καὶ εἰς ἑκατὸν ἥκοντες οὐ λήγουσι, κᾆθ' οὕτως τῷ ποταμῷ τῷ κατὰ τὴν ∆εύρην ἑνούμενοι, ἐξ οὗ καὶ ∆ρυμὼν ἐπονομάζεται, καὶ συνεχεῖς αὐτῷ γινόμενοι πλατύνουσί τε αὐτὸν καὶ μέγιστον ἐξεργάζονται. Ὃς τοὺς ἐσχάτους τῶν ∆αλματῶν παραμείβων καὶ πρὸς βορρᾶν ἀνιὼν ἔπειτα ἐπικάμπτει πρὸς νότον καί, περὶ τὰς ῥίζας τοῦ Ἐλισσοῦ γινόμενος, εἰς τὸν Ἀδριαντικὸν ἐκδίδωσι κόλπον. 12.9.7 Ταῦτα μὲν περί τε τῆς θέσεως ∆υρραχίου καὶ Ἐλισσοῦ καὶ τῆς ἀσφαλείας ἑκατέρων τῶν τόπων γεγράφθω· ὁ δὲ βασιλεύς, ἔτι εἰς τὴν βασιλεύουσαν ἐνδιατρίβων, μεμαθηκὼς διὰ γραφῶν τοῦ δουκὸς ∆υρραχίου τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν ἐπετάχυνε τὴν ἐξέλευσιν. Ἀνύστακτος γὰρ ὢν ὁ δοὺξ ∆υρραχίου, μὴ διδοὺς τὸ παράπαν ὕπνον τοῖς ὀφθαλμοῖς, ὁπηνίκα διέγνω διαπλῳσάμενον τὸν Βαϊμοῦντον παρὰ τὴν τοῦ Ἰλλυρικοῦ πεδιάδα καὶ τῆς νηὸς ἀποβε βηκότα καὶ αὐτόθι που πηξάμενον χάρακα, Σκύθην μετα πεμψάμενος ὑπόπτερον, <τοῦτο> δὴ τὸ τοῦ λόγου, πρὸς τὸν αὐτοκράτορα τὴν τούτου διαπεραίωσιν ἐδήλου. Ὃς ἐπα νιόντα τὸν αὐτοκράτορα τοῦ κυνηγεσίου καταλαβών, δρο μαῖος εἰσελθὼν καὶ προσουδίσας τὴν κεφαλήν, τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν τρανῶς ἐβόα. Ἅπαντες μὲν οὖν οἱ τότε παρόντες ἐπάγησαν, οὗπερ ἕκαστος ἔτυχε, καὶ πρὸς μόνην τὴν τοῦ Βαϊμούντου κλῆσιν ἀποναρκήσαντες. Ὁ δὲ αὐτοκράτωρ, πλήρης θυμοῦ καὶ φρονήματος ὤν, λύων τὸν ἱμάντα τοῦ ὑποδήματος· «Πρὸς ἄριστον, ἔφη, τὸ παρὸν τραπώμεθα· τὰ δέ γε κατὰ τὸν Βαϊμοῦντον αὖθις κατασκεψόμεθα».