212
13.t.1 ΑΛΕΞΙΑΣ ΙΓʹ
13.1.1 Ἐξεπλάγημεν οὖν ἅπας τότε τὸ τῆς ψυχῆς τοῦ αὐτοκράτορος ἀνάστημα. Ὁ δέ, κἂν καταφρονητικῶς πρὸς τὴν ἀγγελίαν ἐκείνην διὰ τοὺς τηνικαῦτα παρόντας τῷ φαινομένῳ ἐδόκει διατεθείς, ἀλλ' ἐντὸς πολλὰ περὶ τούτου ἐκυμαίνετο τὸν λογισμόν. Καὶ δὴ δεῖν ἐλογίσατο αὖθις τοῦ Βυζαντίου ἐξεληλυθέναι· μηδὲ τὰ κατ' οἶκον αὐτοῦ καλῶς πρὸς αὐτὸν ἔχοντα πάλιν διαγνούς, ὅμως τὰ κατὰ τὰ ἀνά κτορα καὶ τὴν βασιλίδα τῶν πόλεων εὖ διαθέμενος, καὶ φύλακας ἐπιστήσας τόν τε μέγαν δρουγγάριον τοῦ στόλου καὶ ἐκτομίαν Εὐστάθιον τὸν Κυμινειανὸν καὶ Νικηφόρον τὸν τοῦ ∆εκανοῦ καλούμενον, οὕτως ἐκεῖνος ἔξεισι τοῦ Βυζαντίου μετ' ὀλίγων καὶ τῶν καθ' αἷμα τούτῳ προσηκόν των πρώτην ἄγοντος μηνὸς Νοεμβρίου ἐπινεμήσεως πρώ της, κατὰ τὸ ἔξω Γεράνιον τὴν ἐρυθροβαφῆ καὶ βασιλικὴν καταλαβὼν σκηνήν. 13.1.2 Ἐδεδίει δὲ ὅτι ἐξερχομένῳ τὸ σύνηθες θαῦμα ἡ Θεομήτωρ ἐν Βλαχέρναις οὐκ ἐπεδείξατο. ∆ιὰ τοῦτο ἐπὶ τέσσαρσιν αὐτοῦ που ἐμβραδύνας ἡμέραις, ἡλίου δύνοντος σὺν αὐτῇ δεσποίνῃ παλίντροπον τὴν πορείαν ποιησάμενος, εἴσεισιν εἰς τὸ ἱερὸν τῆς Θεομήτορος τέμενος μετ' ὀλίγων λεληθότως, καὶ τὴν συνήθη τελέσας ὑμνῳδίαν καὶ ἐκτενεστέρας τὰς δεήσεις ποιησάμενος, τηνικαῦτα τελεσθέντος τοῦ συνήθους θαύματος, οὕτως μετὰ χρηστῶν ἔξεισιν ἐκεῖθεν τῶν ἐλπίδων. 13.1.3 Τῇ δὲ μετ' αὐτὴν τῆς πρὸς Θεσσαλονίκην ἥψατο· καταλαβὼν δὲ τοὺς Χοιρο βάκχους ἔπαρχον Ἰωάννην τὸν Ταρωνίτην προὐβάλετο. Ἀνὴρ δὲ οὗτος τῶν εὐγενῶν, νηπιόθεν πρὸς αὐτοῦ προσληφ θεὶς καὶ ὑπογραμματεύσας αὐτῷ ἐπὶ πολύ, φρονήματος μὲν ὢν δραστικωτάτου καὶ νόμων ῥωμαϊκῶν ἐπιστήμων καὶ τὰ βασιλέως προστάγματα μεγαληγορῶν, ὁπηνίκα προστάττοιτο βασιλικῆς μεγαλοφροσύνης ἐπάξια, ἐλευθέραν ἔχων τὴν γλῶτταν καὶ οὐκ ἐπὶ ψόγῳ ἀναισχυντίας στομούμενος, ἀλλ' ὁποῖον ὁ Σταγειρίτης τὸν διαλεκτικὸν εἶναι παρακε λεύεται. 13.1.4 Ἐκεῖθεν δὲ ὑποχωρῶν συνεχῆ τὰ γράμματα πρός τε τὸν δοῦκα τοῦ στόλου Ἰσαάκιον καὶ τοὺς σὺν αὐτῷ, τὸν ∆ούκαν φημὶ Ἐξαζηνὸν καὶ τὸν Ὑαλέαν, ἐγρηγορέναι τούτους διὰ παντὸς καὶ ἀπείργειν τοὺς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλῳζομένους ἐξέπεμπεν. Ἐπὰν δὲ τὸν Μέστον κατειλήφει, ἡ μὲν Αὔγουστα πρὸς τὰ βασί λεια ἐπαναστρέψαι ἠβούλετο, ὁ δὲ αὐτοκράτωρ προσωτέρω ταύτην βαδίζειν παρεβιάζετο. Καὶ δὴ περάσαντες ἄμφω τὸν Εὖρον καλούμενον ποταμὸν κατὰ τὸν Ψύλλον τὰς σκηνὰς ἐπήξαντο. 13.1.5 Ὁ δὲ ἄλλον φόνον πεφευγὼς ἑτέρῳ μικροῦ περιπέπτωκεν ἄν, εἰ μή τις θεία χεὶρ τοὺς μιαιφό νους ἐκείνους ἀπεῖρξε τοῦ δράματος. Ἀνὴρ γάρ τις ἐς Ἀρωνίους ἐκείνους ἀπὸ μέρους ἀνέλκων τὸ γένος, κἂν ἐκ νόθων κατήγετο, πρὸς φόνον τὸ στασιάζον τοῦ αὐτοκρά τορος μέρος παρέθηγε· κεκοινώνηκε δὲ τοῦ ἀπορρήτου καὶ πρὸς τὸν ἴδιον ἀδελφὸν Θεόδωρον. Εἰ δὲ καὶ ἕτεροι τῶν στασιαζόντων συνίστορες τοῦ τοιούτου δράματος ἦσαν, λέγειν οὐ βούλομαι· ὅμως δὲ Σκύθην ἀργυρώνητον τὴν κλῆσιν ∆ημήτριον αὐτουργὸν τοῦ φόνου παρεσκευάσαντο (καὶ αὐτὸς δὴ ὁ τούτου δεσπότης Ἀαρών) πέρας τοῦ σκοπου μένου τὴν τῆς βασιλίδος ὑποχώρησιν θέμενοι, ὡς ἐντεῦθεν εὐκαιρίας ὁ Σκύθης δραξάμενος κατὰ τῶν τοῦ βασιλέως λαγόνων ὠθήσῃ τὸ ξίφος ἢ ἐν στενῷ περιτυχὼν ἢ καὶ ὑπνώττοντι λαθών. 13.1.6 Καὶ ὁ ∆ημήτριος φόνιον πνέων τὸ σιδήριον ἔθηγε καὶ τὴν μιαιφόνον δεξιὰν ηὐτρέπιστο. Ἀλλά τι καινὸν κἀνταῦθα ἡ ∆ίκη δραματουργεῖ. Καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλὶς ἐχωρίζετο, ἀλλὰ συνείπετό οἱ ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ὑποσύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι