213
ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουσά τινα γράφοντες κατὰ τὴν τοῦ βασι λέως ἔρριπτον σκηνήν (οἱ δὲ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν· δηλοῖ δὲ ἡ λέξις τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα) τῷ αὐτοκράτορι τὴν πρόσω πορείαν ξυμβουλεύ οντα, τῇ δέ γε Αὐγούστῃ τὴν πρὸς τὸ Βυζάντιον. Ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει, αὐτὰ μὲν ἀνα λίσκων πυρί, τοὺς δὲ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλ λων παλαμναιοτάταις. Ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. 13.1.7 Μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν πολλῶν ὑποχωρησάντων, μόνου δὲ τῷ τότε τυχόντος τοῦ τε Ῥωμανοῦ τοῦ ἐκ Μανι χαίων καὶ Βασιλείου ἐκτομίου τοῦ Ψύλλου καὶ Θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρών, εὑρέθη αὖθις φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνῃ πολλὴν τὴν κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι. Τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. Ὁ δὲ αὐτοκράτωρ γνοὺς τὸν ῥίψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη· «Τοῦτο ἐγὼ ἢ σύ», πρὸς τὴν βασιλίδα ἀπονεύσας, «ἤ τις τῶν παρόντων ἔρριψε». Κάτωθεν δὲ οὕτως ἐπε γέγραπτο· «Ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῦ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις». 13.1.8 Κων σταντῖνος δέ τις ἐκτομίας ἐπὶ τραπέζης πατρῷος τοῦ βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμε νος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν, ἀκούει τινὸς βοῶντος· «Εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ' ὑμῶν βεβουλευ μένα ἅπαντα καὶ αὐτὰ δὴ τὰ παρ' ὑμῶν ῥιπτόμενα φάμουσα φαυλίσω, μηδείς με μετ' ἀνθρώπων λογιζέσθω». Ὁ δ' εὐθὺς τὸν ἴδιον οἰκέτην ἐπέταξε τὸν φωνοῦντα ἄνθρωπον ἀναζητῆσαι. Καὶ ὃς ἀπελθὼν καὶ τὸν τοῦ Ἀαρὼν οἰκέτην γνωρίσας Στρατήγιον αὐτὸν συμπαραλαβὼν ἄγει πρὸς τὸν ἐπὶ τῆς τραπέζης. Καὶ παραχρῆμα προσελθὼν ἀπαγγέλλει ὅσαπερ σύνοιδεν. Οὗτος δὲ συμπαραλαβὼν αὐτὸν ἀπῆλθε πρὸς τὸν αὐτοκράτορα. 13.1.9 Ὕπνωττον δὲ τηνικαῦτα οἱ βασιλεῖς. Ἐντυχὼν δὲ Βασιλείῳ τῷ ἐκτομίᾳ κατηνάγκαζεν ἀπαγγεῖλαι τὰ περὶ τοῦ Στρατηγίου τοῦ ἀνθρώπου τοῦ Ἀαρὼν ῥηθέντα. Ὁ δ' εὐθὺς εἰσελθὼν καὶ αὐτὸν εἰσάγει τὸν Στρατήγιον. Ὃς ἐπειδὴ καθάπαξ εἰς ἐρωτήσεις ἐλή λυθεν, ἅπαν τὸ δρᾶμα τῶν φλυάρων φαμούσων, τὸν τοῦ φόνου δραματουργὸν καὶ αὐτὸν ἐκεῖνον τὸν εἰς σφαγὴν τοῦ βασιλέως παρεσκευασμένον σαφῶς ἀνεκάλυψεν. «Ὁ γὰρ ἐμός, φησί, δεσπότης Ἀαρὼν μεθ' ἑτέρων, οὓς οὐδὲ ἡ σὴ βασιλεία παντάπασιν ἠγνόησε, κατὰ τῆς σῆς, βασιλεῦ, ζωῆς μελετήσαντες καθῆκάν σοι φονέα ∆ημήτριον, τὸν ἐμαυτοῦ σύνδουλον, ἄνδρα Σκύθην μὲν τὸ γένος, φονικώ τατον δὲ τὴν γνώμην, τοὺς βραχίονας καρτερόν, πρὸς πᾶν ὁτιοῦν τολμηρότατον καὶ τὴν ψυχὴν θηριώδη καὶ ὠμότατον. Τούτῳ ξίφος ἐγχειρίσαντες ἄμφηκες παρήγγειλαν παραγ γελίαν ταύτην ἀπάνθρωπον, ὡς ὁμόσε προσελθόντα μετὰ θράσους ἀκατασχέτου ἐμβάψαι τοῖς βασιλικοῖς σπλάγχνοις τὸ ξίφος.» 13.1.10 Ὁ δὲ βασιλεύς (καὶ γὰρ οὐκ ἦν εὔκολος τοῖς τοιούτοις πιστεύειν)· «Μὴ διά τινά, φησιν, ἀπέχθειαν πρὸς τοὺς σοὺς δεσπότας καὶ πρὸς τὸν σεαυτοῦ ὁμόδουλον τὴν κατηγορίαν ταύτην συμπλέκῃς, ἀλλὰ τἀληθῆ πάντα καὶ ὅσα σύνοιδας ἐξορχοῦ. Εἰ δὲ καὶ ἁλοίης ψευδόμενος, οὐκ εἰς καλὸν τὰ τῆς κατηγορίας σοι ἀπαντήσεται.» Ἐκεῖνος δὲ ἐνιστάμενος ἀληθῆ λέγειν παραδίδοται πρὸς τὸν ἐκτο μίαν Βασίλειον ἵνα τέως τοὺς φλυάρους χάρτας ἐπιδοίη πρὸς αὐτόν. Ὁ δὲ παραλαβὼν τοῦτον καὶ ἀπελθὼν εἰσάγει εἰς τὴν σκηνὴν τοῦ Ἀαρών, πάντων κοιμωμένων, καὶ ἀνα λαβόμενος ἐκεῖθεν πήραν τινὰ στρατιωτικὴν μεστὴν τοι ούτων γραμμάτων δίδωσι τῷ Βασιλείῳ. Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας, θεασάμενος τὰ τοιαῦτα γράμματα ὁ βασιλεὺς καὶ διαγνοὺς τὸν κατ' αὐτοῦ μελετώμενον φόνον, τὴν μὲν μητέρα τοῦ Ἀαρὼν προσέταξε τοῖς τὰ τῶν κοινῶν διοικοῦ σιν ἐν τῇ πόλει