215
ἀνδρείαν ἠδύνατο καταπα λαίειν· δυστυχῶς δὲ αὐτῷ ἀπηντήκει καὶ τὰ πρὸς ἀποτρο φήν. Ὅσα μὲν γὰρ προϋφηρπάκει ἀπὸ τῶν πέριξ τοῦ ∆υρ ραχίου, τούτῳ ἀνήλωτο, τὰ δ' ἀφ' ὧν ἤλπικε κομισθῆναί οἱ, προκατασχόντες τὰ τέμπη καὶ τὰς ἐξόδους καὶ αὐτὴν δὴ τὴν θάλατταν οἱ τοῦ ῥωμαϊκοῦ στρατεύματος ἀπεκώ λυον. Κἀντεῦθεν λιμὸς ἀθρόως ἐπιφοιτήσας τούς τε ἵππους καὶ τοὺς ἀνθρώπους ὁμοῦ διέφθειρε, μὴ ἐχόντων μήτε τῶν ἵππων χιλὴν μήτε τῶν ἀνθρώπων τροφήν. Προσεπετέθη δὲ τῷ βαρβαρικῷ τούτῳ στρατεύματι καὶ κοιλιακή τις διάθεσις τὸ μὲν δοκεῖν ἀπό τινος ἀπροσφόρου σιτήσεως, φημὶ δὴ τῆς κέγχρου· τὸ δ' ἀληθὲς μήνιμα Θεοῦ κατὰ τοσούτου ἀναριθμήτου στρατεύματος καὶ ἀνυποίστου κατασκῆψαν ἐπαλλήλους θανάτους εἰργάσατο.
13.3.1 Ἀλλὰ τοῦτο μὲν τὸ δυστύχημα κοῦφον ἐδόκει πρὸς ἄνδρα τυραννικὸν ἔχοντα φρόνημα καὶ ἀπολεῖν ἀπειλοῦντα ἅπασαν γῆν· ὅμως μέντοι καὶ δυστυχὼν διεμηχανᾶτο καὶ καθάπερ θηρίον τιτρωσκόμενον πρὸς ἑαυτὸν συνεστρέφετο καί, ὥσπερ ἔφημεν, πρὸς τὰς πολιορκίας ὅλῳ βλέμματι ἀπετείνετο. Καὶ τὰ πρῶτα μὲν κριοφόρον χελώνην ἐξεργα σάμενος, ἀπεριήγητόν τι θαῦμα, προσῆγε πρὸς τὸ ἀνατο λικώτερον μέρος τῆς πόλεως· καὶ αὐτῇ τῇ ὄψει φοβερὸν θέαμα. Κατεσκεύαστο γὰρ ὧδε. Μικράν τινα χελώνην ποιη σάμενοι καὶ ἐν παραλληλογράμμῳ σχήματι ταύτην κατα σκευάσαντες καὶ τροχοὺς ὑποθέντες καὶ πανταχόθεν, ἄνωθέν τε καὶ ἑκατέρωθεν, τὰς πλευρὰς διαστεγάσαντες βύρσαις βοείαις καὶ συνερραφότες πανταχόθεν, καὶ τοῦτο δὴ τὸ παρ' Ὁμήρου λεγόμενον, ἑπταβόειον τὸν ὄροφον καὶ τοὺς τοίχους τοῦ μηχανήματος ποιησάμενοι κᾆθ' οὕτως ἔνδον τοὺς κριοὺς ἀπῃώρησαν. 13.3.2 Ἐπεὶ δὲ οὕτως εἶχεν αὐτῷ τὸ μηχάνημα, τοῦτο καὶ προσήγγισε τῷ τείχει, μυριάνδρου πλήθους ἔνδοθεν μετά τινων κοντῶν προωθούν των αὐτὸ καὶ ἐγγύθεν ποιουμένων τῶν τοῦ ∆υρραχίου τειχῶν. Ἐπειδὴ ἀποχρώντως εἶχεν αὐτοῖς ἡ ἐγγύτης καὶ συμμέτρως τὰ πρὸς ἀπόστασιν, ὑφεῖλον μὲν τὰς τροχιάς, περιπήγμασι δὲ πανταχόθεν ἀσφαλισάμενοι τὸ μηχάνημα, ἵνα μὴ ταῖς ὠθήσεσι τὸ στέγος διασαλεύοιτο· ἐνταῦθά τινες ἄνδρες ῥωμαλεώτατοι ἑκατέρωθεν τοῦ κριοῦ σφοδρῶς ὠθοῦντες ἐπὶ τὸ τεῖχος εἴχοντο τῆς ὁμοταγοῦς τοιαύτης κινήσεως. Καὶ οἱ μὲν καθάπαξ ὤθησαν σφοδρῶς τὸν κρίον, ὁ δὲ καθάπαξ παρενεχθεὶς ἐσπάραττέ τε τὸ τεῖχος καὶ ἐκεῖθεν ἀποκρουόμενος καὶ παλιμπόρευτον τὴν φορὰν ποιούμενος ἀντεσπαράττετο. Καὶ τοῦτο πολλάκις ἐποίει τέως πολλάκις περιφερόμενος ἑκατέρωθεν καὶ διατιτραίνων τὸ τεῖχος οὐκ ἔληγε. 13.3.3 Κριὸν δὲ εἰκότως οἱ ἀρχαῖοι μηχανικοὶ καὶ περὶ τὰ Γάδειρα τοῦτο ἐφευρηκότες, προσ ωνομάκασιν ἐκ μεταφορᾶς τῶν καθ' ἡμᾶς κριῶν, οἳ κατ' ἀλλήλων ἀντεπερχόμενοι διαγυμνάζονται. Ἀλλ' οἱ ἔνδον καταγελῶντες τῆς τραγικῆς ταυτησὶ τειχομαχίας τῶν βαρ βάρων τούτων καὶ κριοφόρων ἀνδρῶν καὶ ὅτι εἰς οὐδὲν αὐτοῖς περατοῦται τὰ τῆς πολιορκίας, ἀναπετάσαντες τὰς πύλας ἐκέλευον εἰσιέναι, καταγελῶντες τῶν ἀπὸ τοῦ κριοῦ προσκρουμάτων ἐγγινομένων. «Οὐ γὰρ ἄν, ἔφασαν, ἐργά σαιτο κριὸς τοιοῦτον χάσμα ἐκ τῆς κατ' αὐτὸν τειχο μαχίας, οἷον ἡ πύλη παρέχεται.» Τοῦτο μὲν οὖν αὐτίκα τῇ τῶν ἔνδοθεν ἀνδρείᾳ καὶ τῷ θαρραλέῳ τοῦ στρατηγοῦντος Ἀλεξίου, καὶ ἀδελφιδοῦ τοῦ αὐτοκράτορος Ἀλεξίου, εἰς κενὸν ἀποδέδεικται, ἐρρᾳθυμηκότων καὶ αὐτῶν τῶν πολε μίων ὅσον γε πρὸς τοῦτο καὶ ἀπειπαμένων τὴν πολιορκίαν. Τὸ γὰρ ἀνδρεῖον τῶν ἔνδοθεν καὶ τὸ ἀνεῷξαι τὰς πύλας τοῖς βαρβάροις καὶ θαρρεῖν κατ' αὐτῶν εἰς δειλίαν ἐνέβαλε καὶ τοῦ μηχανήματος ἀπαγόρευσιν. Οὕτω μὲν οὖν ἤργει τὰ περὶ τῆς κριοφόρου χελώνης· οὐδὲν δὲ ἧττον καὶ τὸ πῦρ ἄνωθεν ἐπιρριφὲν κατὰ τοῦ μηχανήματος ἀργοῦντος ἤδη καὶ ἀκινήτου μένοντος διὰ τὰς προειρημένας αἰτίας εἰς τέφραν μετήμειψεν. 13.3.4 Ἀπὸ τοίνυν τούτων τὸ φραγγι κὸν ἀπειπάμενον