216
πλῆθος πρὸς ἄλλο μηχάνημα φοβερώτερον μετελήλυθεν ἐπὶ τὰ βορειότερα μεταστρέψαν ἀντικρὺ τῆς δουκικῆς καθέδρας, ὅπερ πραιτώριον προσωνόμαστο. Ἦν δὲ τὰ τῆς θέσεως τοῦ τόπου τοιάδε. Εἰς λόφον ὁ τόπος ἀνίστατο, λέγω δὲ οὐ πετρώδη τὸν λόφον, ἀλλὰ γεώδη· ἐφ' οὗπερ λόφου τὸ τεῖχος τῆς πόλεως ἵδρυτο. Τούτου καταν τικρύ, καθάπερ ἔφημεν, εὐστοχώτατα ὀρύττειν οἱ περὶ τὸν Βαϊμοῦντον ἀπήρξαντο. Ἄλλο τοῦτο κακὸν ταῖς πόλεσι μεμηχανημένον παρὰ τοῖς πολιορκηταῖς καὶ ἄλλο πολιορκη τικὸν ὄργανον κατὰ τῆς πόλεως τούτοις πανουργευόμενον. Ὀρύττοντες γὰρ ἐπῄεσαν ὑπὸ γῆν καθάπερ τινὲς ἀσπά λακες τὸν ὑπόγειον χοῦν διατιτραίνοντες, καὶ ποῦ μὲν χελώναις ἀκροστέγοις περιφρουροῦντες τὰ ἄνω μέρη διὰ τὰς ἄνωθεν βαλλομένας βολὰς πετρῶν τε καὶ τόξων, ποῦ δὲ καὶ τὸ μετέωρον τῆς γῆς στύλοις τισὶν ὑπερείδοντες ὑπώρυττον ἐξ εὐθείας φερόμενοι, πλατύτατόν τε καὶ εὐμη κέστατον τάφρον ποιούμενοι καὶ δι' ἁμαξῶν ἀεὶ ἐκφερό μενοι τὸν ἀπὸ τοῦ ὀρύγματος χοῦν. Ἐπεὶ δὲ εἶχον ἀρκούντως τῆς διατρήσεως, ἔχαιρον ὥσπερ τι μέγα κατειργασμένοι. 13.3.5 Ἀλλ' οὐκ ἠμέλησαν οἱ ἐντός, ἀλλὰ κατὰ διάστημα τὴν γῆν ἀνορύξαντες καὶ τάφρον ἀξιόλογον ποιησάμενοι κατὰ τὸ διατεῖνον τῆς τάφρου ἐκάθηντο προσέχοντες, ὅπου δῆτα τὸ πολιορκοῦν μέρος τὴν ἐκεῖθεν ἐνθάδε διάτρησιν μέλλει ποιήσασθαι. Καὶ εὐθὺς κατά τινα τόπον ἐφευρηκότες αὐτοὺς κρούοντάς τε καὶ ἀνασκάπτον τας καὶ τὰς ῥίζας τοῦ τείχους ὀρύττοντας, ᾔσθοντό τε αὐτοὺς καὶ μᾶλλον τὴν ἀπ' ἐκείνων ὀπὴν ἀνερρωγότες καταντικρὺ καὶ θεασάμενοι τὸ πλῆθος ἀπὸ τῆς ἐντὸς γινο μένης τρυμαλιᾶς, πυρὶ τὰ τούτων πρόσωπα κατῃθάλωσαν. 13.3.6 Τοῦτο δὲ τὸ πῦρ ἀπὸ τοιούτων μηχανημάτων αὐτοῖς διεσκεύαστο. Ἀπὸ τῆς πεύκης καὶ ἄλλων τινῶν τοιούτων δένδρων ἀειθαλῶν συνάγεται δάκρυον εὔκαυστον. Τοῦτο μετὰ θείου τριβόμενον ἐμβάλλεταί τε εἰς αὐλίσκους καλά μων καὶ ἐμφυσᾶται παρὰ τοῦ παίζοντος λάβρῳ καὶ συνεχεῖ πνεύματι, κᾆθ' οὕτως ὁμιλεῖ τῷ πρὸς ἄκραν πυρὶ καὶ ἐξάπ τεται καὶ ὥσπερ πρηστὴρ ἐμπίπτει ταῖς ἀντιπρόσωπον ὄψεσι. Τούτῳ τῷ πυρὶ κεχρημένοι οἱ τἄνδον τοῦ ∆υρρα χίου κατέχοντες, ἐπείπερ ἀντιπρόσωποι ἦσαν τοῖς πολε μίοις, τάς τε γενειάδας αὐτῶν κατέφλεξαν καὶ τὰ πρό σωπα. Καὶ ἦν ἰδεῖν τούτους καθάπερ σμῆνος μελισσῶν ὑπὸ καπνοῦ διωκόμενον ἐξαγομένους ἀτάκτως, ὅθεν εὐτάκτως εἰσῄεσαν. 13.3.7 Ἐπεὶ δὲ καὶ τοῦτο αὐτοῖς εἰς μάτην ἐπε πόνητο καὶ ἡ βαρβαρικὴ φροντὶς αὕτη εἰς οὐδὲν δέον ἀπετελεύτησε, τρίτον αὐτοῖς ἐπινοεῖται μηχάνημα πύργος ξύλινος, ὅπερ, ὡς ἡ φήμη φησί, πολιορκητικὸν ὄργανον οὐ μετὰ τὴν ἀστοχίαν τῶν προεσκευασμένων ὀργάνων κατῆρκτο γίνεσθαι, ἀλλὰ πρὸ τούτων εἰς ἐνιαυτὸν ὅλον. Τοῦτο μὲν ἔργον εἶχε, τὰ δὲ προειρημένα ὄργανα πάρεργον. 13.3.8 Ἀλλὰ δεῖ με πρότερον ὀλίγα περὶ τοῦ σχήματος τῆς πόλεως ∆υρραχίου ἀφηγήσασθαι. Τὸ μὲν τεῖχος ταύτης ὑποχαλᾶται τοῖς πύργοις· οἱ δὲ πύργοι κυκλόθεν ταύτης ἐξυπανίστανται ὅσον εἰς ἕνδεκα πόδας ὑψούμενοι, διὰ κοχλίου τινὸς τὴν ἄνοδον ἔχοντες ἐπάλξεσί τε ἠσφαλισμέ νοι. Οὕτως ἔχει σχήματός τε καὶ ἀσφαλείας ἡ πόλις. Τὸ δὲ πάχος τοῦ τείχους εἰς ἀξιόλογον πλάτος ἐκτέταται, καὶ τοσοῦτον ὥστε ἱππότας ἄνδρας καὶ πλείους τῶν τεσσάρων τοὺς ὤμους συμμίξαντας διιππάσασθαι ἀσφαλῶς. Οὕτω μὲν οὖν ἐκπεφράσθω μοι τὰ περὶ τοῦ τείχους ὡς ἐν παρα δρομῇ τινα σαφήνειαν τῶν μελλόντων ῥηθῆναι προαφηγη σαμένῃ. 13.3.9 Τὰ δὲ τῆς πυργοποιίας τοῦ μηχανήματος τούτου, ὅπερ καθάπερ χελώνης πύργον ἐμηχανήσαντο οἱ περὶ τὸν Βαϊμοῦντον βάρβαροι, καὶ ἀφηγήσασθαι χαλεπὸν καὶ ἰδεῖν φοβερόν, ὡς οἱ ἑωρακότες ἔλεγον, μὴ ὅτι γε οἷς προσεπέλασε φρικωδέστατον θέαμα. Εἶχε δὲ τοιῶσδε. Πύργος ξύλινος κατεσκεύαστο ἐκ τετραγώνου βάσεως εἰς ἀξιόλογον μῆκος ἠρμένος, καὶ τοσοῦτον ὥστε τῶν τῆς πόλεως πύργων ὑπερανέχειν εἰς πέντε που καὶ