217
ἓξ πήχεις τὸ ὕψος. Ἔδει γὰρ οὕτως κατεσκευάσθαι τὸν μόσυνα τοῦτον, ἵνα διά τινων ὑποβαθρῶν μετεώρων πρὸς τὸ χθαμαλώτερον καταχαλωμένων τὸ τεῖχος τῆς πόλεως ἐκεῖθεν εὐκόλως καταδραμεῖται. Οὕτω γὰρ ἂν τὸ σφοδρὸν τῆς ῥύμης οὐκ ἂν ὑπενέγκοιεν οἱ ἐγχώριοι ἀεὶ πρὸς τὸ κατόπιν ὠθούμενοι. Ὀπτικὴν δὲ ἄρα τὴν ἐπιστήμην ἐπλούτουν, ὡς ἔοικεν, οἱ τὸ ∆υρράχιον πολιορκοῦντες βάρβαροι. Οὐ γὰρ ἄνευ τοιαύ της δυνάμεως τὰ ὕψη τῶν τειχῶν κατελάμβανον· εἰ δὲ μὴ ὀπτικῆς, ἀλλά γε τῆς ἀπὸ τῶν διοπτρῶν καταλήψεως. 13.3.10 Ὁ γοῦν πύργος ἐκεῖνος φοβερὸς μὲν ἰδεῖν, φοβερώ τερος δὲ κινούμενος κατεφαίνετο. Τροχοὶ γὰρ πολλοὶ τὴν βάσιν αὐτῷ μετεώριζον· ἀναμοχλευόμενος δὲ ὑπὸ τῶν ἔνδον στρατιωτῶν τοῖς μοχλοῖς θάμβος ἐποίει μὴ φαινο μένης τῆς ἀρχῆς τῆς κινήσεως, ἀλλ' ὥσπερ τις γίγας ὑπερνεφὴς ἀφ' ἑαυτοῦ ἐδόκει κινούμενος. Ἐστέγαστο δὲ ἁπανταχόθεν ἐκ βάσεως ἄχρι κορυφῆς καὶ εἰς στέγας πολ λὰς διῄρητο καὶ θυρίσι κύκλῳ παντοδαπαῖς ἠνέῳκτο, ἀφ' ὧν ἐξέπιπτε βέλη συχνά. Πρὸς δὲ τὸ ἀνωτάτω μέρος ἄνδρες ἦσαν ἐξωπλισμένοι θυμοειδεῖς καὶ ἐπὶ τῶν χειρῶν τὰ ξίφη φέροντες καὶ πρὸς ἄμυναν διηυτρεπισμένοι. 13.3.11 Ἐπεὶ δὲ τῷ τείχει προσήγγισε τὸ φρικτὸν τουτὶ θέαμα, οὐκ ἀμελῶς ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον καὶ στρα τηγὸν τῆς πόλεως ∆υρραχίου, ἀλλ' ἅμα τε τοῦτο τὸ μηχάνημα ἔξωθεν τῷ Βαϊμούντῳ κατεσκευάζετο ὥσπερ τις ἑλέπολις ἄφυκτος, καὶ ἄλλο τι ἔνδοθεν τοῦ τείχους αὐτοῖς ἀντεμηχανᾶτο. Ἑωρακότες γὰρ εἰς ὅσον ὕψος ὁ αὐτοκίνη τος οὗτος πύργος ἐκτέταται καὶ ὅπου τοῦτον ἐστήριξαν ὑφελόμενοι τοὺς τροχούς, τέτταρα ξύλα μακρότατα καταν τικρὺ τοῦ μόσυνος πήξαντες ὥσπερ ἀπὸ τετραγώνου βάσεως εἰς πήγματος σχῆμα διανιστάμενα, κᾆθ' οὕτως βάσεις τινὰς διειληφότες μεταξὺ τῶν ἀντιτεταγμένων ξύλων, εἰς πῆχυν ἕνα τὸν ἔξωθεν ξύλινον πύργον ἐποίησαν ἀνατρέχειν. Ἀστεγὲς δὲ ἦν ἁπανταχόθεν ὅλον τοῦτο τὸ διάστημα· οὐ γὰρ ἐδεῖτο προφυλακῆς, εἰ μὴ μόνον κατὰ τὴν κορυφὴν ἐξωρόφωτο. 13.3.12 Ἐνταῦθα δὴ ἀναγαγόντες οἱ ἀμφὶ τὸν Ἀλέξιον στρατιῶται τὸ ἔνυγρον πῦρ περὶ τὰ ἀκρόστεγα τοῦ ἀνεπιφράκτου ξυλοπύργου ἔμελλον ἐξα κοντίζειν πρὸς τὸν ἀντίθετον μόσυνα. Ἀλλ' ἐδόκει καὶ ἡ βουλὴ καὶ τὸ πρᾶγμα οὐ πρὸς πανωλεθρίαν τοῦ μηχανή ματος· ἀκροθιγῶς γὰρ ἔμελλε τὸ πῦρ τὸ ἐντεῦθεν ἐκεῖσε πεμπόμενον τοῦ μόσυνος ἅπτεσθαι. Ἀλλὰ τί μηχανῶνται; Πληροῦσι τὸν μεταξὺ τόπον τοῦ τε ξυλίνου καὶ τοῦ τῆς πόλεως πύργου εὐκαταπρήστου παντοίας ὕλης καὶ ἐλαίου πολλοῦ κατὰ ποταμοὺς κενουμένου· τούτοις ἐπενήνεκτο πῦρ, δαλοὶ καὶ φλόγες, ὃ κατὰ μικρὸν ὑποτυφόμενον κᾆθ' οὕτως βραχείας ἀναπνοῆς ἐπιδραξάμενον, ἔπειτα εἰς περιφανῆ φλόγα διαρθὲν, συνεπιλαμβανομένων καὶ τῶν ἀπὸ τοῦ πυρὸς τοῦ ὑγροῦ πρηστήρων, ἅπαν ἀνῆψε τὸ φρικτὸν ἐκεῖνο καὶ πολυυλότατον μηχάνημα ἐμποιοῦν ἦχον καὶ φοβερὰν θέαν ταῖς ὄψεσιν. Αἴσθησις δὲ τοῦ πολλοῦ πυρὸς ἦν κυκλόθεν μέχρι καὶ σταδίων τρισκαίδεκα. Θόρυβος δὲ καὶ ταραχὴ τοῖς ἔνδον βαρβάροις πολλὴ καὶ ἀμήχανος, τῶν μὲν ἐναπειλημμένων τῷ πυρὶ καὶ ἀποτεφρουμένων, τῶν δὲ ἀπὸ μετεώρου ῥιπτούντων ἑαυτοὺς πρὸς τὴν γῆν· βοὴ δὲ πολλὴ καὶ ἀμήχανος ταραχὴ ἀντηχούντων καὶ τῶν ἐκτός.
13.4.1 Τοσαῦτα μὲν οὖν περὶ τοῦ ὑπερνεφοῦς μόσυνος καὶ τῆς παρὰ τῶν βαρβάρων τειχομαχίας· ἀλλ' ἐπὶ τὸν βασιλέα καὶ αὖθις τὸν λόγον ἐπανακτέον. Ἔαρος τοίνυν ἐφισταμέ νου ἡ μὲν Αὔγουστα ἐκ τῆς Θεσσαλονίκης ὡς πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν, ὁ δὲ αὐτοκράτωρ τῆς πρόσω πορείας εἴχετο καὶ τὴν ∆ιάβολιν διὰ τῆς Πελαγονίας κατα λαμβάνει ἔνθεν περὶ τοὺς πρόποδας τῶν ἤδη ῥηθέντων δυσβάτων ἀτραπῶν οὖσαν. Καὶ καινήν τινα στρατηγίαν κατὰ τῶν βαρβάρων μεμελετηκὼς δεῖν ἐλογίσατο τοῦ μὲν δημοσίου πολέμου σχολὴν παντελῶς καταψηφίσασθαι καὶ ἀγχέμαχον διὰ ταῦτα τὴν μάχην οὐκ ἤθελεν, ἀλλὰ