218
τὰ δύσβατα τέμπη καὶ τὰς ἀδιεξοδεύτους ὁδοὺς μεταίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν καταλιπών, τοὺς εὔνους ἅπαντας κατὰ τὰς ἀκρολοφίας μετὰ ἀποχρώσης δυνάμεως καταστή σας, τὴν καινὴν ἐκείνην στρατηγίαν ἐμηχανήσατο, ὡς μήτε τοὺς ἔνθεν πρὸς τὸν Βαϊμοῦντον ῥᾷστα προσχωρεῖν δύνασθαι, μήτ' ἐκεῖθεν πρὸς τούτους αὖθις γράμματα φοι τᾶν ἢ προσηγορίας διαπέμπεσθαι, ὑφ' ὧν ὡς τὰ πολλὰ τὰ τῆς ἀγάπης ἑδράζεσθαι εἴωθε. Σπάνις γὰρ προσηγορίας κατὰ τὸν Σταγειρίτην πολλὰς φιλίας διέλυσε. 13.4.2 Γινώ σκων δὲ τὸν Βαϊμοῦντον ἄνδρα πονηρίας καὶ δραστηριό τητος ἀνάπλεων, ἤθελε μὲν καὶ τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην ἀναδέξασθαι, καθά γε καὶ εἴρηται, ἀλλὰ καὶ δι' ἑτέρου παντὸς τρόπου καὶ μηχανῆς κατ' αὐτοῦ μελετῶν οὐδαμῶς ἐνεδίδου. ∆ιὰ δὲ τὰς ἤδη ῥηθείσας αἰτίας, καίτοι πολλὰ σφαδάζων πρὸς τοῦτο, φιλοκίνδυνός τε καὶ πυκνοκίν δυνος πάλαι ὢν οὑτοσὶ ὁ αὐτοκράτωρ καὶ ἐμὸς πατήρ, ἐπεὶ τὸν λόγον εἶχεν ἐν πᾶσι κρατοῦντα, δι' ἑτέρας μεθό δου καταγωνίσασθαι τοῦτον ἔσπευδε. 13.4.3 ∆εῖ γάρ, οἶμαι, τὸν στρατηγὸν οὐκ ἀεὶ διὰ ξιφουλκίας τὴν νίκην ἑαυτῷ σπεύδειν περιποιεῖσθαι, ἀλλὰ καὶ πρὸς πανουργίαν ἔστιν οὗ εὐτρεπίζεσθαι, ἐπὰν ὁ καιρὸς καὶ τὰ συμπίπτοντα τοῦτο διδόασι, τὴν νίκην ἑαυτῷ πάντοσε περιποιούμενον. Καὶ τοῦτο γὰρ στρατηγῶν ἰδιαίτατον, ὅσαπερ ἴσμεν, μὴ μετὰ ξιφῶν καὶ μάχης μόνον, ἀλλὰ καὶ πρὸς σπονδὰς τρεπο μένων· καὶ ἄλλως ἔστιν οὗ ῥαδιουργοῦντα τὸν ἐχθρὸν κατα γωνίζεσθαι, ὁπηνίκα καὶ τοιούτου καιρὸς παρῇ. Ὁποῖον καὶ τότε ὁ αὐτοκράτωρ φαίνεται σκευωρήσας. Θέλων γὰρ διχόνοιαν ἐμβαλεῖν μεταξὺ τῶν τε κομήτων καὶ τοῦ Βαϊ μούντου, καὶ κατασεῖσαι οἷον τὸν πρὸς ἀλλήλους συνασπισ μὸν ἢ διαρρῆξαι, τοιοῦτόν τι δραματουργεῖ. 13.4.4 Μεταπεμ ψάμενος οὖν τὸν ἐκ Νεαπόλεως Μαρῖνον τὸν σεβαστόν (τῶν Μαϊστρομιλίων οὗτος ὑπῆρχε τὸ γένος· κἂν μὴ πάνυ τὸν πρὸς αὐτὸν ὅρκον ἀνόθευτον τότε ἐτήρει, ἀπατηλοῖς ἐξα πατηθεὶς λόγοις καὶ ὑποσχέσεσιν, ἀλλ' ὅσῳ γε τὰ πρὸς τὸν Βαϊμοῦντον ἀποκαλύψαι αὐτῷ τὸ ἀπόρρητον τεθάρρηκεν), ἅμα δὲ καὶ τὸν Ῥογέρην (τῶν ἐπιφανῶν δὲ οὗτος Φράγγων) καὶ τὸν Πέτρον Ἀλίφαν, ἄνδρα κατὰ πόλεμον περιβόητον καὶ τὴν ὡς πρὸς τὸν αὐτοκράτορα πίστιν ἀκράδαντον δι' ὅλου τηρήσαντα. Τούτους μετακαλεσάμενος, βουλὴν ἐζήτει ὅπως τὰ κατὰ τὸν Βαϊμοῦντον εὖ διαθέμενος καταγωνιεῖται αὐτόν, ἀλλὰ καὶ περὶ τῶν εὐνουστέρων τῷ Βαϊμούντῳ καὶ ὁπόσους ἐκεῖνος ἰσοψύχους ἔχει διηρώτα. Καὶ περὶ τούτων μαθὼν ἐξ αὐτῶν, δεῖν ἔλεγεν ὑποποιήσασθαι τούτους διὰ παντοίας μηχανῆς· «Καὶ εἰ τοῦτο γένοιτο, δι' ἐκείνων καὶ τὸ κοινὸν τοῦ κελτικοῦ στρατεύματος διαρραγήσεται εἰς διψυχίαν ἐμπεσόν.» Ἀνακοινοῦται τοῦτο τοῖς ἤδη ῥηθεῖσι, καὶ ἐξ ἑκάστου τούτων ἕνα αἰτεῖται τῶν εὐνουσ τέρων θεραπόντων καὶ ἐχεμυθεῖν ἐπισταμένων. Οἱ δὲ ἑτοίμως τοὺς κρείττονας τῶν ὑπηκόων αὐτῷ ἔφησαν δοῦ ναι. 13.4.5 Καὶ ἐπειδὴ παρῆσαν οἱ ἄνθρωποι, δραματουργεῖ τι τοιοῦτον. Γράμματα συνθέμενος ὥσπερ ἀμοιβαῖα πρός τινας τῶν ἀμφὶ τὸν Βαϊμοῦντον οἰκειοτάτους, ὡς δῆθεν ἐκείνων γεγραφότων πρὸς τοῦτον καὶ οἰκειότητά τινα μνη στευομένων καὶ τὰ ἀπόρρητα τῆς τοῦ τυράννου γνώμης ἐξαγορευόντων, πέμπει πρὸς αὐτοὺς ὥσπερ εὐχαριστηρίους λόγους συντάξας καὶ ἀποδεξάμενος τάχα τὴν τῶν ἀνδρῶν εὔνοιαν. Ἦσαν δὲ οὗτοι ὅ τε Γίδος, ὁ τοῦ Βαϊμούντου αὐτάδελφος, καί τις τῶν ἐνδοξοτάτων ἀνδρῶν, Κοπρισίανος καλούμενος, καὶ πρὸς τούτοις ὁ Ῥικάρδος, καὶ τέταρτος ὁ Πριγκιπάτος, ἀνὴρ γενναῖος καὶ τὰ πρῶτα φέρων ἐν τῇ στρατιᾷ τοῦ Βαϊμούντου, καὶ ἕτεροι πλείους τούτων. Πρὸς οὓς τὰ ἐπίπλαστα γράμματα ἐξεπέμπετο. Ἐκεῖθεν μὲν γὰρ οὐδὲν ἐδέδεκτο τοιοῦτον ὁ βασιλεύς, οὔτε παρὰ Ῥικάρδου οὔτε παρ' ἄλλου τινὸς τοιούτου, εὔνοιαν καὶ πίστιν ὑπαγο ρεῦον γραμμάτιον· αὐτὸς δὲ ἀφ' ἑαυτοῦ τὰ τοιαῦτα τῶν γραμμάτων ἐπλάττετο. 13.4.6 Εἶχε