219
δὲ νοῦν τοιοῦτον τὸ δρα ματούργημα, ὡς εἴπερ εἰς ἀκοὰς εἰσέλθοι Βαϊμούντου ἡ τῶν ἀνδρῶν τοιούτων προδοσία καὶ ὡς ἐκεῖνοι ἐκεῖθεν ἀπο κοπέντες τῇ γνώμῃ τῷ μέρει τῷ βασιλικῷ προσεχώρησαν, αὐτὸς μὲν εὐθὺς ταραχθήσεται καὶ πρὸς τὴν βαρβαρικὴν φύσιν ἐπανελεύσεται, κακώσας δὲ τοὺς ἄνδρας ἀπορραγῆ ναι τούτου καταναγκάσειε, καί, ὅπερ εἰς νοῦν οὐκ ἦλθεν αὐτοῖς, ἐκ τῆς κατασκευῆς Ἀλεξίου ποιήσειαν πρὸς αὐτὸν στασιάσαντες. Ἤιδει γάρ, οἶμαι, ὁ στρατηγὸς ὡς τὸ ἀντί παλον ἅπαν φῦλον ξυγκροτούμενον μὲν καὶ ἀλληλουχούμε νον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρα νέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον. Ὅπερ καὶ βαθέως ἐπραγματεύετο καὶ τὸν δόλον ὑποβρύ χιον εἶχε τὰ γράμματα. 13.4.7 Μεταχειρίζεται δὲ τὸ πρᾶγμα οὑτωσί πως ὁ Ἀλέξιος. Πέμπει μὲν γὰρ τὰ πεπλασμένα γράμματα πρὸς ἐκείνους παραγγείλας ἐπιδοῦναι ἑκάστῳ ἕκαστον. Εἶχε δὲ τὰ πεμπόμενα βιβλία ἐκεῖνα οὐ μόνον εὐχαριστίαν, ἀλλὰ καὶ δόσεις κατεπηγγέλλετο καὶ βασιλικὰς δωρεὰς καὶ ὑποσχέσεις ὑπερφυεῖς· ἐφεῖλκε δὲ τούτους καὶ εἰς τὸ μετέπειτα εἶναί τε εὔνους καὶ φαίνεσθαι, καὶ μηδὲν ἀποκρύπτειν τῶν ἀπορρήτων. Κατόπιν δὲ τῶν πιστοτάτων αὐτῷ ἄνθρωπον ἀποστέλλει ἀνεπιφωράτως τούτοις παρέ πεσθαι, καὶ ἐπειδὰν πλησιάσαντας ἴδοι, παρελάσαντα προ φθῆναι τούτων τὴν ἔφοδον καὶ καταλαβόντα τὸν Βαϊμοῦν τον τόν τε αὐτόμολον ὑποκριθῆναι καὶ εἰπεῖν, ὡς αὐτῷ προσχωρήσειε μισήσας τὴν μετὰ τοῦ βασιλέως διατριβήν, φιλίαν δὲ πρὸς τὸν τύραννον προσποιούμενον καὶ ὡς δή τινα εὔνοιαν, κατειπεῖν ἀριδήλως τῶν ἀνδρῶν ἐκείνων ἐφ' οὓς τὰ γράμματα, ὡς ἄρα ὁ δεῖνα καὶ ὁ δεῖνα, ὀνομαστὶ τούτους καταριθμήσας, ἐξομοσάμενοι τὴν πρὸς ἐκεῖνον πίστιν, βασιλεῖ φίλοι καὶ εὖνοι γεγόνασι καὶ τὰ ἐκείνου φρονοῦσι, καὶ ὁρᾶν δεῖ μή τι κατ' αὐτοῦ δεινὸν μελετή σειαν ἐξ ὑπογύου καὶ πάλαι προεσκεμμένον. 13.4.8 Ἀλλὰ δεῖ καὶ τοῦτο πεπραγματεῦσθαι, ἵνα μή τι δεινὸν τοῖς γραμματοκομισταῖς τούτοις ὁ Βαϊμοῦντος ἐργάσηται. Ἐμέλησε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, ὅπως τοὺς μὲν καθέ τους τούτους ἄνδρας ἀβλαβεῖς διατηρήσειε, τὰ δὲ κατὰ τὸν Βαϊμοῦντον πράγματα συνταράξειε. Καὶ οὐκ εἶπε μὲν ταῦτα καὶ συμβεβούλευκεν, οὐ γέγονε δέ, ἀλλὰ προσελθὼν καὶ δι' ὅρκου λαβὼν τὸ ἀφρόντιστον τῶν γραμματοκομιστῶν ὁ εἰρημένος ἀνὴρ ἀπαγγέλλει πάντα κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. Ἐρωτηθεὶς δὲ ὅπη τούτους στοχάζεται ἐφθακέναι, τὴν Πέτρουλαν αὐτοὺς ἔλεγε διελθεῖν. 13.4.9 Καὶ ἀποστείλας κατέσχε τοὺς γραμματοκομιστάς, καὶ τὰ γράμ ματα ἀναπτύξας, ἰλίγγου τε πλήρης γεγονώς, μικροῦ κατέ πιπτε πιστὰ λογισάμενος εἶναι. Ἐκείνους μὲν οὖν παρα φυλάττεσθαι ᾠκονόμησεν, αὐτὸς δὲ ἀπρόιτος ταῖς σκηναῖς ἐν ἓξ ἡμέραις ἦν, γνωσιμαχῶν τὸ τί ἂν χρὴ ποιῆσαι, πολ λοὺς παρ' ἑαυτῷ ἀνελίττων λογισμούς, εἰ χρὴ παραστῆναι τοὺς κονοσταύλους καὶ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Γίδον ἐξειπεῖν τὴν κατ' αὐτοῦ δοθεῖσαν πρόληψιν, καὶ εἰ μετὰ τὸν ἔλεγχον παραστῆναι χρὴ ἢ ἄτερ ἐλέγχου, πρὸς τούτοις δὲ καὶ τὸ τίνας ἀντ' αὐτῶν κονοσταύλους ποιήσειε. Γεν ναίους δὲ ὄντας τοὺς τοιούτους κἀντεῦθεν πολλὴν τὴν βλάβην ἐσομένην παρασταλέντων ὑπονοῶν, κατὰ τὸ ἐγχω ροῦν τὰ κατ' αὐτοὺς οἰκονομήσας, οἶμαι δὲ καὶ τὸν κρυπ τόμενον νοῦν τῶν γραμμάτων ὑποτοπάσας, μετεληλυθὼς εὐφυῶς τούτους καὶ θαρσήσας ἐπὶ ταὐτοῦ μεμενηκέναι τούτους ξυνεχώρησεν.
13.5.1 Ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ προφθάσας ἀξιόμαχον δύνα μιν ἐν πάσαις ταῖς κλεισούραις κατέθετο μετ' ἐκκρίτων ἡγεμόνων, πᾶσάν γε ἀτραπὸν διὰ τῶν καλουμένων ξυλο κλασιῶν αὖθις τοῖς Κελτοῖς ἀπετάφρευσεν. Εἶχε μὲν γὰρ εὐθὺς ὁ Αὐλών, ἡ Ἱεριχὼ καὶ τὰ Κάνινα ἀνύστακτον φύλακα Μιχαὴλ τὸν Κεκαυμένον, ἡ δὲ Πέτρουλα Ἀλέξανδρον τὸν Καβάσιλαν μετὰ συμμίκτων πεζῶν στρατιωτῶν, ἄνδρα