1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

220

ἐκθυμότατον καὶ πολλοὺς τῶν κατὰ τὴν Ἀσίαν Τούρκων κατατροπωσάμενον· τὴν ∆εύρην δὲ Λέων ὁ Νικερίτης μετὰ ἀποχρώσης ἐφρούρει δυνάμεως· τῷ δέ γε Εὐσταθίῳ τῷ Καμύτζῃ τὰς περὶ τὸ Ἄρβανον ἀνατεθείκει κλεισούρας. 13.5.2 Ὁ δέ γε Βαϊμοῦντος ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας κατὰ τοῦ Καβασίλα τὸν ἀδελφὸν αὐτοῦ Γίδον καὶ κόμητά τινα Σαρακηνὸν καλούμενον καὶ τὸν Κοντοπαγάνον ἐξέπεμ ψεν. Ἐπεὶ δέ τινα τῶν ὁμορούντων τῷ Ἀρβάνῳ πολίχνια προέφθασαν τῷ Βαϊμούντῳ προσχωρῆσαι, οἱ τούτων ἔποι κοι, τὰς τοῦ Ἀρβάνου ἀτραποὺς ἀκριβῶς ἐπιστάμενοι, προσελθόντες πᾶσαν, ὡς εἶχε, τῆς ∆εύρης τὴν θέσιν ἐξη γήσαντο καὶ τὰς λανθανούσας ἀτραποὺς ὑπέδειξαν. Τηνι καῦτα ὁ Γίδος διχῆ διελὼν τὸ στράτευμα αὐτὸς μὲν τὴν κατὰ πρόσωπον μετὰ τοῦ Καμύτζη μάχην ἀνεδέξατο, τὸν δέ γε Κοντοπαγάνον καὶ τὸν Σαρακηνὸν καλούμενον κόμητα παρὰ τῶν ∆ευριωτῶν ὁδηγουμένους ἐξ ὀπισθίων τῷ Καμύ τζῃ ἐπεισπεσεῖν ἐπέταξε. Τούτου γοῦν συνδόξαντος ἀμφοῖν, ἐπεὶ ὁ μὲν Γίδος κατὰ πρόσωπον ἐμάχετο, οἱ δέ γε λοιποὶ κόμητες, τῇ παρεμβολῇ τοῦ Καμύτζη ἐπεισπε σόντες ἀπὸ τῶν μεταφρένων, δεινὸν τὸν φόνον κατ' αὐτοῦ ἀπειργάσαντο, ὡς οὐκ ἐνῆν αὐτῷ πρὸς πάντας μάχεσθαι, τραπέντας τοὺς ὑφ' ἑαυτὸν θεασάμενος συνείπετο τούτοις καὶ αὐτός. Καὶ πίπτουσι μὲν τηνικαῦτα τῶν Ῥωμαίων πολ λοί, καὶ αὐτὸς ὁ Καρᾶς νηπιόθεν τοῖς γνησίοις παρὰ τοῦ αὐτοκράτορος προσληφθεὶς καὶ καταλεγείς, καὶ ὁ Σκαλιά ριος Τοῦρκος τῶν ὀνομαστῶν πάλαι κατὰ τὴν ἕω ἡγεμόνων γεγονώς, αὐτομολήσας τῷ βασιλεῖ καὶ τοῦ ἁγίου βαπτίσ ματος τετυχηκώς. 13.5.3 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Καμύτζην· ὁ δέ γε Ἀλυάτης μετὰ καὶ ἑτέρων λογάδων τὴν Γλαβινίτζαν φυλάττων πρὸς τὴν πεδιάδα κατῆλθεν· εἴτε πρὸς πόλεμον εἴτε καὶ κατασκοπήσων τινὰ τόπου θέσιν, Θεὸς ἂν εἰδείη. Τυχαίως δ' οὖν συναντῶσι τούτῳ παρα χρῆμα κατάφρακτοι Κελτοί, ἄνδρες γενναῖοι καὶ τηνικαῦτα διχῆ διαιρεθέντες οἱ μέν (πεντήκοντα δὲ τὸν ἀριθμὸν ἦσαν) κατὰ πρόσωπον αὐτοῦ σφοδρᾷ τῇ ῥύμῃ ἵενται ὅλους χαλά σαντες χαλινούς, οἱ δέ γε λοιποὶ ἐξ ὀπισθίων ἀψοφητὶ τούτῳ παρείποντο· ἦν γὰρ ἑλώδης ὁ τόπος. Ὁ δὲ Ἀλυάτης, τῆς τῶν ὄπισθεν μὴ αἰσθόμενος ἐλεύσεως, ἀλλὰ κατὰ τῶν ἔμπροσθεν ὅλῃ γνώμῃ ἀγωνιζόμενος καὶ χειρί, λέληθεν ἑαυτὸν εἰς κίνδυνον συνελάσας. Ἐπεισπεσόντες γὰρ τούτῳ οἱ ἐξ ὀπισθίων ἐρχόμενοι καρτερῶς κατ' αὐτοῦ ἐμάχοντο. Συναντήσας δὲ τούτῳ κόμης τις Κοντοπαγάνος καλούμενος βάλλει τοῦτον διὰ τοῦ δόρατος· καὶ παραχρῆμα ἄπνους κατὰ γῆς ἔκειτο. Πίπτουσι δὲ καὶ τῶν σὺν αὐτῷ οὐκ ὀλίγοι. 13.5.4 Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ τὸν Καντακουζηνὸν μετεπέμψατο, ἄνδρα τοῦτον γινώσκων περὶ τὰς στρατιωτι κὰς ἐγχειρήσεις ἱκανώτατον. Ἔφθασε γάρ, ὡς ἔφην, κατα λαβεῖν τὸν αὐτοκράτορα εἰς τόπον μετακληθεὶς ἀπὸ Λαοδι κείας. Ἐπεὶ δ' ἀναβολὴν τὰ κατὰ τὸν Βαϊμοῦντον οὐκ εἶχεν, ἀξιόμαχον στρατὸν μετ' αὐτοῦ συνεκπέμπει καὶ τῆς παρεμβολῆς ἔξεισι προεκπέμπων οἷον καὶ πρὸς μάχας ὀτρύνων αὐτόν. Ἐφθακὼς δὲ τὴν κλεισούραν τὴν ἐγχωρίως οὕτω καλουμένην Πέτραν καὶ αὐτοῦ που ἐγκαρτερήσας, πολλοῖς τε λογισμοῖς καὶ στρατηγικοῖς ἐπιχειρήμασιν ἐφο διάσας αὐτὸν καὶ τὰ λῴονα ὑποθέμενος πρὸς Γλαβινίτζαν χρησταῖς ἐλπίσι θαρσύνας ἐκπέμπει, ἐκεῖνος δὲ πρὸς ∆ιά βολιν ἐπανέστρεψεν. Ὁ δὲ Καντακουζηνὸς προσπελάσας ἐν τῷ ἀπέρχεσθαι πολιχνίῳ τινί, τῷ τοῦ Μύλου καλουμένῳ, παραχρῆμα παντοίας κατασκευάσας ἑλεπόλεις ἐπολιόρκει τὸ πολίχνιον. Καὶ οἱ Ῥωμαῖοι ἀναισχύντως τοῖς τείχεσι προσεπέλαζον καὶ οἱ μὲν πῦρ ἐνιέντες τὰς πύλας ἐνεπίμ πρων, οἱ δὲ καὶ διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις θᾶττον ἀνῄεσαν. 13.5.5 Αἰσθόμενοι δ' οἱ πέραθεν τοῦ ποταμοῦ, τοῦ οὑτωσὶ καλουμένου Βούση, αὐλιζόμενοι Κελτοὶ ὡς πρὸς τὸ τοῦ Μύλου καστέλλιον ἔθεον. Οὓς θεασάμενοι οἱ τοῦ Καν τακουζηνοῦ σκοποί (βάρβαροι δὲ