222
Κελτῶν παρατάξεως ἵεται, καὶ εἰς μέρη πολλὰ διαλύσας τὸ στράτευμα, τρέπει τοὺς Κελτοὺς κατὰ κράτος διώξας ἄχρι πολιχνίου τοῦ καλουμένου Μύλου, πολλοὺς μὲν τῆς δευτέρας τύχης καὶ τῶν μειζόνων ἀνελών, τινὰς δὲ καὶ τῶν ἐπιφανῶν κομήτων ζωγρήσας, τόν τε Οὖβον .... ἀδελφὸν Ῥιτζάρδον καλούμενον καὶ τὸν Κοντοπαγάνον, νικητὴς ὑπέστρεψεν. Ἀκριβεστέραν τοίνυν τὴν νίκην τῷ βασιλεῖ παραστῆσαι βουλόμενος, πολλῶν Κελτῶν κεφαλὰς τοῖς δόρασι περιπείρας καὶ τοὺς μείζονας τῶν κατασχε θέντων, Οὖβον καὶ τὸν Κοντοπαγάνον καλούμενον, παρα χρῆμα ἐξέπεμψεν. 13.6.3 Ἐνταῦθα δὲ γενομένη καὶ πρὸς λύχνων ἁφὰς τὸν κάλαμον ἐπισύρουσα, μικρὸν πρὸς τὴν γραφὴν ἐπινυστάζουσα ἐπαισθάνομαι τοῦ λόγου ἀπορ ρέοντος. Ὅπου γὰρ βαρβαρικῶν ὀνομάτων ἐξ ἀνάγκης ἀπαιτεῖται χρῆσις καὶ ἀλλεπαλλήλων ὑποθέσεων διήγησις, τὸ σῶμα τῆς ἱστορίας καὶ τὸ συνεχὲς τῆς γραφῆς κατ' ἄρθρα ἔοικε διακόπτεσθαι· καὶ οὐ νέμεσις τοῖς γε εὔνως ἐντυγχάνουσι τῇ γραφῇ. 13.6.4 Ὡς δὲ ὁ μαχιμώτατος Βαϊ μοῦντος ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτὸν ἑώρα, ἔκ τε θαλάσσης ἔκ τ' ἠπείρου βαλλόμενος, ὡς καὶ τῶν χρειωδῶν αὐτῷ ἐπιλειπόντων ἤδη πάντοθεν ἐξαπορούμενος, ἱκανὸν ἀποδιελὼν στράτευμα πρὸς τὰς κατὰ τὸν Αὐλῶνα καὶ τὴν Ἱεριχὼ καὶ τὰ Κάνινα διακειμένας πόλεις πέπομφεν ἁπά σας λῄσασθαι. Ἀλλ' οὐδ' ὁ Καντακουζηνὸς ἠμέλει, οὔτε νήδυμος ὕπνος ἔσχε τὸν ἄνδρα κατὰ τὸν ποιητήν, ἀλλὰ γοργῶς τὸν Βεροΐτην μετὰ ἀξιομάχου στρατιᾶς ἀντίπαλον τοῖς Κελτοῖς ἐξέπεμψεν. Ἡττᾷ μὲν οὖν αὐτοὺς καταλαβὼν παραυτίκα καὶ οἷόν τι πόρισμα τὰς τοῦ Βαϊμούντου ναῦς ἐν τῷ ἐπανέρχεσθαι πυρπολήσας διεληλύθει. 13.6.5 Ὡς ᾔσθητο δὲ ὁ τυραννικώτατος Βαϊμοῦντος τῆς τῶν πεμφθέν των ἥττης, ὥσπερ μηδένα τοῦ στρατεύματος ἀπολωλεκὼς κατέπιπτεν οὐδαμῶς· μᾶλλον μὲν οὖν καὶ θαρραλεώτερος ἐφαίνετο, καὶ ἀποδιελόμενος αὖθις πεζοὺς καὶ ἱππεῖς πρὸς μάχας ἐκθυμοτάτους, εἰς χιλιάδας ἓξ ποσουμένους, κατὰ τοῦ Καντακουζηνοῦ ἐξαπέστειλεν, οἰόμενος αὐτοβοεὶ αἱρήσειν σὺν τῷ ῥωμαϊκῷ στρατεύματι καὶ αὐτὸν τὸν Καντακουζηνόν. Ἀλλ' ἐκεῖνος σκοποὺς ἀεὶ τοὺς ἐφεδρεύοντας τὰ κελτικὰ πλήθη ἔχων, μεμαθηκὼς τὴν αὐτῶν ἐπέλευσιν, νυκτὸς τὴν στρατιωτικὴν ὡπλίζετο πανοπλίαν καὶ ὥπλιζε τοὺς στρατιώτας σφαδάζων ἐπεισπεσεῖν αὐτοὺς κατὰ τὸ περίορθρον. Ὡς δ' οἱ Κελτοὶ κεκοπιακότες παρὰ τῷ χείλει Βούση τοῦ ποταμοῦ ῥᾳστώνης μικρᾶς ἕνεκα κατεκλίθησαν, αὐτοῦ που καταλαμβάνει τούτους μειδιώσης ἀπάρτι τῆς ἡμέρας καί, παραχρῆμα ἐπιθέμενος πολλοὺς μὲν ζωγρίαν ἄγει, πλείονας δὲ κτείνει. Οἱ δέ γε λοιποί, ταῖς δίναις τοῦ ποταμοῦ παρασυρέντες, ἀπεπνίγησαν καὶ φεύγοντες λύκον περιέτυχον λέοντι. 13.6.6 Τοὺς μὲν οὖν κόμητας ἅπαντας πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψε κᾆθ' οὕτως ἀνέρχεται πρὸς τὸν Τίμορον· τόπος δὲ οὗτος ἑλώδης καὶ δύσβατος. Κεῖθι γοῦν ἑβδόμην ἡμέραν ἐγκαρ τερήσας, μετρητοῦς σκοποὺς ἐν διαφόροις ἐξέπεμπε τόποις περιαθρεῖν τὰ περὶ τὸν Βαϊμοῦντον καὶ γλῶτταν αὐτῷ ἐκεῖθεν κομίσαι, ὡς τὰ κατὰ τὸν Βαϊμοῦντον πυθό μενον ἀκριβέστερον ἐγνωκέναι. Ἐντυγχάνουσι δὲ τυχαίως οἱ πεμφθέντες Κελτοῖς ἑκατὸν σχεδίας εὐτρεπίζουσι, δι' ὧν τὸν ποταμὸν διανηξάμενοι τὸ πρὸς τὴν περαίαν διακεί μενον πολίχνιον αἱρήσειν ἠβούλοντο. Τούτοις ἀθρόον ἐπεισπεσόντες ζωγροῦσι μικροῦ ἅπαντας, καὶ αὐτὸν τὸν τοῦ Βαϊμούντου ἐξάδελφον εἰς δέκατον πόδα ἀνέλκοντα τὸ μέγεθος, εὐρὺν δὲ καθάπερ τινὰ ἄλλον Ἡρακλῆν. Καὶ ἦν ἰδεῖν καινόν τι, τὸν μέγαν ἐκεῖνον γίγαντα καὶ τῷ ὄντι πελώριον ὑπὸ πυγμαίου κατασχεθέντα Σκυθιδίου. Παρε κελεύσατο δὲ ὁ Καντακουζηνός, τοὺς κατασχεθέντας ἀποστέλλων, τὸν πυγμαῖον Σκύθην δέσμιον τὸν πελώριον ἐκεῖνον εἰσάξαι τῷ αὐτοκράτορι ἀστεϊζόμενος τάχα πρὸς τὸν αὐτοκράτορα. Ὡς δὲ φθάσαντας τούτους ὁ βασιλεὺς μεμαθήκει, ἐπὶ τοῦ βασιλικοῦ προκαθίσας θρόνου ἐκέλευσεν εἰσάγεσθαι τοὺς