1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

223

δεσμώτας· εἴσεισι δὲ καὶ ὁ Σκύθης μηδ' ἄ χρι γλουτοῦ φθάνων τοῦ γιγαντιαίου ἐκείνου Κελτοῦ δέσμιον τοῦτον ἐπαγόμενος. Εὐθὺς οὖν γέλως πάντων ὦρτο πολύς. Καὶ τοὺς μὲν λοιποὺς κόμητας φρουρὰ διεδέξατο .....

13.7.1 Οὔπω μικρὸν ἐπιμειδιάσαντος τοῦ αὐτοκράτορος ἐπὶ τῷ τοῦ Καντακουζηνοῦ κατορθώματι, ἑτέρα τις ἀπόφημος κατέλαβεν ἀγγελία, φόνον ἀμύθητον τῶν μετὰ τοῦ Καμύτζη καὶ τοῦ Καβασίλα ῥωμαϊκῶν ταγμάτων μηνύουσα. Κατέπιπτε μὲν οὖν οὐδαμῶς ὁ αὐτοκράτωρ, καίτοι σφόδρα δηχθεὶς τὴν καρδίαν καὶ ἀνιώμενος ἐπιστε νάζων τε τοῖς πεσοῦσιν, ἔστιν οὗ καὶ δακρύων τὰ καθ' ἕκαστον. Ἀλλὰ Κωνσταντῖνον τὸν Γαβρᾶν, ἄνδρα ἀρηΐ φιλον καὶ πῦρ κατὰ τῶν ἐναντίων πνέοντα, μεταπεμψά μενος εἰς τὴν οὕτω καλουμένην Πέτρουλαν ἀπέστειλε κατασκεψόμενον, ὅθεν οἱ Κελτοὶ εἰς τὰ τέμπη ἐμπεσόντες τὸν τοσοῦτον φόνον εἰργάσαντο, καὶ ἀποταφρεῦσαι τοῦ λοιποῦ τούτοις τὴν δίοδον. ∆υσχεραίνοντος δὲ τοῦ Γαβρᾶ καὶ πρὸς τὴν ἐπιχείρησιν οἷον ἀποκναίοντος (οἰηματίας γὰρ ὁ ἀνὴρ καὶ μεγάλοις ἐγχειρεῖν ἐφιέμενος πράγμασι) Μαριανὸν τὸν Μαυροκτακαλὼν παραχρῆμα, τὸν ἐπ' ἀδελφῇ γαμβρὸν τοὐμοῦ καίσαρος, ἄνδρα ἀρειμάνιον καὶ διὰ πολλῶν ἀνδραγαθημάτων τοῦτο παραστησάμενον φιλού μενόν τε λίαν παρὰ τοῦ αὐτοκράτορος μετὰ χιλίων γενναιο τάτων ἀνδρῶν ἐκπέμπει. Οἷς καὶ πολλοὺς τῶν τοῖς πορφυρογεννήτοις καὶ τᾠμῷ καίσαρι ἐξυπηρετουμένων σφαδάζοντας πρὸς μάχην συγκαταλέξας ἐξέπεμψεν. Ἐδε δίει μέντοι πρὸς τοῦτο καὶ οὗτος, ἀλλ' ὅμως σκοπήσων εἰς τὴν ἰδίαν ἀπῄει σκηνήν. 13.7.2 Περὶ μέσας δὲ φυλακὰς τῆς νυκτὸς γράμματα τοῦ Λαντούλφου κατέλαβε ξυνόντος τῷ τότε μετὰ Ἰσαακίου τοῦ Κοντοστεφάνου θαλασσοκράτορος τυγχάνοντος, κατατρέχοντα αὐτῶν τε τῶν Κοντοστεφάνων τοῦ τε Ἰσαακίου καὶ τοῦ αὐταδέλφου αὐτοῦ Στεφάνου καὶ τοῦ Εὐφορβηνοῦ ὡς καταρρᾳθυμούντων τοῦ πορθμοῦ Λογ γιβαρδίας καὶ ἐξερχομένων ἐνίοτε περὶ τὴν ἤπειρον χάριν ῥᾳστώνης, προσκειμένου τοῖς γράμμασιν ὅτι· «Κἂν σύ, βασιλεῦ, τὰς προνομὰς καὶ ἐκδρομὰς τῶν Κελτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ κωλύων ἦσθα, ἀλλὰ τούτων ἀναπεπτωκότων καὶ ἐπινυσταζόντων ἔτι περὶ τὴν φυλακὴν τοῦ πορθμοῦ Λογγι βαρδίας, σχολὴν ἐξ ἀνάγκης οἱ πρὸς τὸν Βαϊμοῦντον διαπλῳζόμενοι καὶ τὰ πρὸς χρείαν κομίζοντες ἔχουσιν. Οἱ γὰρ ἀπὸ Λογγιβαρδίας πρὸ μικροῦ πρὸς τὸν Βαϊμοῦντον τὸν ἀπόπλουν ποιησάμενοι, τὸν ἐπιπνέοντα τούτοις εὔθε τον ἐπιτηρήσαντες ἄνεμον (καὶ γὰρ νότοι μὲν εὐρεῖς εὔθετοι τοῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸ Ἰλλυρικὸν δια πλέουσίν εἰσιν, οἱ δέ γε βορεῖς ἀνάπαλιν), πτερώσαντες τὰς ναῦς τοῖς λαίφεσι τὸν πρὸς τὸ Ἰλλυρικὸν ἀπόπλουν τότε ἐθάρρησαν. Σφοδρῶς δὲ ὁ νότος ἐπιπνέων προσορμί σαι μὲν εἰς τὸ ∆υρράχιον οὐδαμῶς παρεχώρει, παρα πλεῦσαι δὲ τὴν ᾐόνα ∆υρραχίου καὶ τὸν Αὐλῶνα καταλαβεῖν ἠνάγκασε. Κεῖθι δὲ τὰς μυριοφόρους ὁλκάδας προσορμί σαντες δυνάμεις τε πολλὰς ἐξ ἱππέων καὶ πεζῶν συνεπα γόμενοι καὶ τὰ ζωαρκῆ ἅπαντα τῷ Βαϊμούντῳ προσαγηό χασι. Κἀντεῦθεν πανηγύρεις πολλὰς συνεστήσαντο, ὡς ἀφθονώτερον ἐκεῖθεν οἱ Κελτοὶ τὰ πρὸς διοίκησιν ἐμπο ρεύωνται». 13.7.3 Ὁ δὲ βασιλεὺς θυμοῦ πλησθεὶς τὸν Ἰσαάκιον πολλὰ κατεμέμψατο καὶ ἀπειλησάμενος, εἰ μὴ διορθώσοιτο, ἀνυστάκτως ἐγρηγορέναι ἀνέπεισεν. Ἐπεὶ δὲ μὴ τὰ κατὰ γνώμην τῷ Κοντοστεφάνῳ ἐπεραίνετο (καὶ γὰρ ἅπαξ καὶ δὶς ἐπιχειρήσας τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας ἀπεῖρξαι ἡμάρτανε τοῦ σκοποῦ· μέσον γὰρ τοῦ πορθμοῦ καταλαμβάνων, ἐπεὶ τοὺς Κελτοὺς ἐξ οὐρίας πλέοντας ἑώρα τά θ' ἱστία ἀναπετάσαντας καὶ σφοδρὸν τὸν ἀπόπλουν ποιουμένους, οὐχ οἷός τε ἦν πρὸς τοὺς Κελτοὺς ἅμα καὶ τοὺς ἀνέμους ἀπομάχεσθαι κατὰ πρώραν τοῦ πνεύματος ἱσταμένου. Οὐδὲ γὰρ τὸν Ἡρακλέα πρὸς δύο φασί· τῇ βίᾳ τοίνυν τοῦ πνεύματος παλίνορσος ἐγί νετο), ἐπὶ τούτοις ὁ