225
ἐθέλουσι γίνεται. 13.8.4 Γινώσκων γὰρ τὸ διάστροφον τῶν συνεφεπομένων αὐτῷ οὐκ ἤθελε τὰς κλεισούρας ὑπερ βῆναι, καίτοι πολλὰ σφαδάζων δημοσίαν τὴν τοῦ Βαϊ μούντου μάχην αὐτὸς ἀναδέξασθαι, καθά γε καὶ πάλαι πολλάκις ἡμῖν δεδιήγητο. Ἦν γὰρ πρὸς τὰς μάχας παντὸς ξίφους τομώτερος, ἄτρεστος τὴν γνώμην καὶ παντάπασιν ἀκατάπληκτος· ἀλλὰ τὰ συμπεσόντα οἱ ἀπεῖργε τοῦ ἐγχειρή ματος δεινῶς αὐτοῦ τὴν ψυχὴν ἐκπιέζοντα. 13.8.5 Στενοχω ρούμενος οὖν ὁ Βαϊμοῦντος ἀπό τε ἠπείρου καὶ θαλάσσης (καὶ γὰρ ὁ μὲν αὐτοκράτωρ οἷον θεατὴς τῶν κατὰ τὴν πεδιάδα τοῦ Ἰλλυρικοῦ πραττομένων καθῆστο, κἂν ὅλῃ ψυχῇ καὶ γνώμῃ καὶ συμπαρῆν τοῖς μαχομένοις καὶ τῶν αὐτῶν ἐκείνοις ἱδρώτων καὶ πόνων μετεῖχεν, εἰ μή που καὶ πλείω τις φαίη, ἐρεθίζων πρὸς μάχας καὶ πολέμους τοὺς κατὰ τὰς ἀκρολοφίας τῶν κλεισουρῶν κατατεθέντας ἡγεμόνας καὶ ὑποτιθέμενος, ὅπως χρὴ προσβάλλειν τοῖς Κελτοῖς· ὁ δέ γε Μαριανός, τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τὰς κελεύθους ἐπιτηρῶν, ἀπεῖργε παντάπασι τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας, οὐ τριάρμενον οὐδὲ μυριοφόρον ὁλκάδα οὐδὲ μυοπάρωνα δίκωπον τὸ παράπαν ξυγχωρῶν πρὸς τὸν Βαϊμοῦντον διαπερᾶν) καὶ αὐτῶν γοῦν τῶν διὰ θαλάττης κομιζομένων τροφίμων ἐκλιπόντων αὐτῷ καὶ τῶν διὰ ξηρᾶς ἐπιτιθεμένων, σὺν ἐμπειρίᾳ πολλῇ τὸν πόλεμον ἑώρα προβαίνοντα (ὁπηνίκα γὰρ τοῦ χάρακος χορ ταγωγίας χάριν ἐξῄει τις ἢ καί τινων συγκομιδῶν ἄλλων ἢ καὶ τοὺς ἵππους εἰς ποτὸν ἐξήλαυνον, ἐπετίθεντο τούτοις οἱ Ῥωμαῖοι καὶ τοὺς πλείονας ἀνῄρουν, ὡς κατὰ μικρὸν τὸ αὐτοῦ δαπανᾶσθαι στράτευμα) ἀποστείλας πρὸς τὸν δοῦκα ∆υρραχίου Ἀλέξιον τὰ περὶ εἰρήνης ἐπερωτᾷ. 13.8.6 Ἐπεὶ δὲ καὶ εἷς τις εὐγενὴς τῶν τοῦ Βαϊμούντου κομήτων, Γελίελμος ὁ Κλαρέλης, ἑώρα τὸ ἅπαν στράτευμα τῶν Κελ τῶν ὑπό τε λιμοῦ καὶ νόσου (δεινὴ γάρ τις τούτοις ἐπέσκη ψεν ἄνωθεν) διαφθειρόμενον, τὴν ἑαυτοῦ σωτηρίαν πραγμα τευόμενος μεθ' ἵππων πεντήκοντα αὐτομολεῖ πρὸς τὸν αὐτο κράτορα. Ὁ δὲ βασιλεὺς τὸν τοιοῦτον ἀποδεξάμενος πυθόμε νός τε τὰ κατὰ τὸν Βαϊμοῦντον, καὶ τήν τε ὑπὸ λιμοῦ τοῦ στρατεύματος πτῶσιν βεβαιωθεὶς καὶ ὡς ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτοὺς ἐληλάκει, αὐτὸν μὲν τῷ τοῦ νωβελλισίμου τηνι καῦτα τιμᾷ ἀξιώματι πολλαῖς δωρεαῖς καὶ χάρισιν ἀμειψά μενος. Μεμαθηκὼς δὲ διὰ τῶν τοῦ Ἀλεξίου γραμμάτων ὅτι ὁ Βαϊμοῦντος τὰ περὶ εἰρήνης πρὸς αὐτὸν διαπρεσβεύεται, κατανοῶν δὲ καὶ τοὺς ἀμφ' αὐτὸν ἀεί τι κακὸν κατ' αὐτοῦ διανοουμένους καὶ ὅσαι ὧραι ἐπανισταμένους ὁρῶν καὶ βαλ λόμενος μᾶλλον ὑπὸ τῶν ἐγκολπίων ἢ τῶν ὀθνείων ἐχθρῶν, ἐπεὶ ἐδόκει αὐτῷ μὴ ἐπὶ πλέον πρὸς ἑκατέρους ἀμφοτέραις χερσὶ μάχεσθαι, τὴν ἀνάγκην φιλοτιμίαν ποιησάμενος, ὥς πού τις ἔφη, βέλτιον ἔγνωκεν εἶναι τὴν μετὰ τῶν Κελτῶν εἰρήνην ἀσπάσασθαι καὶ μὴ τὰς τοῦ Βαϊμούντου ἀπώσασθαι αἰτήσεις, ἐπτοεῖτο δὲ ἐπὶ τὰ προσωτέρω χωρῆσαι δι' ἣν ἄνωθεν ὁ λόγος ἐνέφηνεν αἰτίαν. 13.8.7 ∆ιὰ ταῦτα αὐτὸς μὲν αὐτοῦ που προσέμενεν ἀντικαθιστάμενος πρὸς ἄμφω τὰ μέρη, τῷ δὲ δουκὶ ∆υρραχίου τοιαῦτα πρὸς τὸν Βαϊ μοῦντον εἰπεῖν διὰ γραμμάτων ἐπέσκηψεν· «Οἶσθα πάντως ὁσάκις ἠπάτημαι πιστεύων τοῖς σοῖς ὅρκοις καὶ ῥήμασιν. Καὶ εἰ μὴ ὁ τοῦ εὐαγγελίου θεῖος νόμος Χριστιανοῖς ἅπαντα συγχωρεῖν ἀλλήλοις παρεκελεύετο, οὐκ ἂν πρὸς τοὺς σοὺς λόγους τὰ ὦτα ἀνέῳξα. Βέλτιον δὲ ὅμως ἀπατᾶσθαι ἢ προσκεκρουκέναι Θεῷ καὶ θείους παραβαίνειν νόμους. ∆ιά τοι τοῦτο οὐκ ἀποπέμπομαί σου τὴν αἴτησιν. Εἰ μὲν οὖν ἐν ἀληθείᾳ τὴν εἰρήνην καὶ αὐτὸς βούλει, μυσαχθεὶς τὸ ἄτοπον οὗπερ ἐπεχείρησας ἔργου καὶ ἀτέλεστον, καὶ οὐκέτι αἵμασι Χριστιανῶν ἐκχεομένοις χαίρειν ἐθέλεις οὔθ' ὑπὲρ τῆς σφῶν πατρίδος οὔθ' ὑπὲρ τῶν Χριστιανῶν, ἀλλὰ σοῦ γε καὶ μόνου χάριν θελήματος, ἐπεὶ βραχὺ τὸ ἀναμεταξὺ ἡμῶν διάστημά ἐστιν, αὐτὸς παραγενοῦ μεθ' ὅσων ἂν βούλῃ. Καὶ εἴτε τὰ