227
θρόνου αὐτὸν οὐ προσεδέξαντο, ἀλλὰ καὶ ὡς περιττὴν τὴν αἴτησιν ἀπεπέμψαντο· οὐ μόνον δὲ τοῦτο ἀπεδοκίμασαν, ἀλλὰ καὶ τὸ μὴ κλῖναι γόνυ μήτε τράχηλον εἰς προσκύνησιν τῷ βασιλεῖ. Πρὸς δὲ τό τινας τῶν πορρω τέρω συγγενῶν αὐτοῦ μεταβῆναι διάστημα ἱκανὸν καὶ οὕτως τοῦτον προσδέξασθαι πρὸς τὸν βασιλέα εἰσελευσόμενον χάριν οἰκονομίας καὶ θεραπείας τῆς πρὸς αὐτόν, καὶ πρὸς τὸ σὺν δυσὶ χλαμύσιν εἰσελθεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς χειρὸς τούτου τὸν βασιλέα ἐφάψασθαι καὶ στῆσαι πρὸς τῷ ἄνωθεν μέρει τοῦ βασιλικοῦ σκίμποδος οὐκ ἀπεπέμψαντο. 13.9.6 Μετὰ τὸ ταῦτα ῥηθῆναι διέστησαν οἱ πρέσβεις ἀπελθόντες ἔνθα ἡτοίμαστο ἡ τούτων ἀνάπαυσις, φυλαττόμενοι ὑπὸ σερ γεντίων ἑκατόν, ἵνα μὴ νυκτὸς ἐξεληλυθότες τὰ περὶ τὸ στράτευμα κατασκοπήσαιεν καὶ οὕτω καταφρονητικώτερον πρὸς αὐτὸν διατεθήσονται. Τῇ δὲ μετ' αὐτήν, μεθ' ἱππέων τριακοσίων καὶ τῶν κομήτων πάντων, κατέλαβεν οὗ τοῖς δηλωθεῖσιν ἀνδράσι τῇ προτεραίᾳ ὡμίλησε, κᾆθ' οὕτως τοὺς ἐκκρίτους ἓξ τὸν ἀριθμὸν συμπαραλαβὼν ἄπεισι πρὸς τοὺς πρέσβεις, τοὺς ὑπολοίπους αὐτοῦ που καταλιπὼν ἀπεκδέ χεσθαι αὐτὸν ἐκεῖθεν ἐπανελθόντα. 13.9.7 Περὶ γοῦν τῶν προλεχθέντων αὖθις διασκεπτομένων, ἐπεὶ ὁ Βαϊμοῦντος ἐνίστατο, κόμης τις τῶν λίαν ὑψηλῶν, Οὖβος τὴν κλῆσιν, πρὸς τὸν Βαϊμοῦντον ἔφη ὡς· «Οὐδεὶς ἀφ' ἡμῶν τῶν μελ λόντων μετὰ τοῦ βασιλέως συνάψαι τὸν πόλεμον οὔπω ἔπληξέ τινα διὰ δόρατος. Ἔα τοίνυν τὰ πολλά· τὴν εἰρήνην τῆς μάχης ἀλλάξασθαι χρή.» Λόγων οὖν πολλῶν ἐξ ἑκα τέρων κινηθέντων, βαρέως ὁ Βαϊμοῦντος εἶχεν ὑβριοπαθῶν εἰ μὴ πάντα γένοιντο ὁπόσα φθάσας ἐπεζήτει τοὺς πρέσ βεις. 13.9.8 Τῶν δ' ἐπί τισι συγκατατιθεμένων, ἐφ' ὧν δὲ ἀνανευόντων, πείθεται ὁ Βαϊμοῦντος καὶ τὴν ἀνάγκην, ὅ φασι, φιλοτιμίαν ποιησάμενος ὅρκον ἐξ αὐτῶν ἐζήτει, ὥστε ἐντίμως ὑποδεχθῆναι καὶ εἰ μὴ τοῖς θελήμασιν αὐτοῦ ὁ αὐτοκράτωρ κατανεύσειεν, ἀσινὴς πρὸς τὴν ἰδίαν ἐκπεμ φθῆναι παρεμβολήν. Τῶν οὖν ἁγίων εὐαγγελίων προτεθέν των, ὁμήρους ἐζήτει παραδοθῆναι τῷ ἀδελφῷ αὐτοῦ Γίδῳ καὶ φυλάττεσθαι παρ' αὐτοῦ μέχρις οὗ αὐτὸς ὑποστρέψῃ. Οἱ δὲ πρέσβεις πρὸς τοῦτο κατανεύσαντες ὅρκους αὖθις ὑπὲρ τῆς τῶν ὁμήρων ἀσφαλείας καὶ αὐτοὶ ἀντεπεζήτουν. Κατανενευκὼς δὲ πρὸς τοῦτο ὁ Βαϊμοῦντος καὶ ὅρκους δοὺς καὶ λαβὼν τοὺς μὲν ὁμήρους, τόν τε σεβαστὸν Μαρῖνον καὶ τὸν καλούμενον Ἀδράλεστον καὶ τὸν Φράγγον Ῥογέρην, παραδίδωσι τῷ ἀδελφῷ αὐτοῦ Γίδῳ, ἵν' ὁπηνίκα ἢ μετὰ τοῦ βασιλέως εἰρηνικὰς σπονδὰς ποιήσειεν ἢ εἰ μὴ τοῦτο, ἀβλαβεῖς ἐκεῖθεν κατὰ τοὺς ὅρκους αὐτοὺς πρὸς τὸν αὐτο κράτορα ἐξαποστείλῃ.
13.10.1 Μέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ Κατακαλὼν φερούσης ἅψα σθαι, ἐπεὶ δυσωδία πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον και ρὸν ἱκανὸν τὸ ὑπ' αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδὲ τοῦτ' ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. Τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ' ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῇ μεταφερόμενον. Καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτὲ μὲν αὐχοῦντα τὴν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον, καὶ μᾶλλον ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. Οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώρουν μετα τεθῆναι τὸ στράτευμα καί· «Εἰ τοῦτο βούλει, πρὸς τὸν Βαϊμοῦντον ἔλεγον, συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον». Κατανεύσαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊ μούντου, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσουσιν ἐδήλωσαν ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. 13.10.2 Ὁ δὲ Εὐφορβηνὸς Κωνσταντῖ νος ὁ Κατακαλὼν ᾐτεῖτο αὖθις τὸν Βαϊμοῦντον, παραχω ρηθῆναι τὴν εἰς τὸ ∆υρράχιον ἀπέλευσιν. Κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ ∆υρράχιον ὁ Κατακαλὼν