1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

228

καταλαμβάνει καί, τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας, ἀπήγ γειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ' αὐτοῦ λογάδας τῶν στρατιωτῶν. Καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν διὰ τὴν γεγενημένην ἄνωθεν περὶ τὰ κρήδεμνα τοῦ ∆υρραχίου μηχανὴν τοῦ αὐτοκράτορος. Σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κάστρου εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρω μένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. Τούτοις οὖν ὁμι λήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγ γείλας καὶ θάρσους ἐμπλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ διαγνοὺς τὰ κατ' αὐτοὺς ἀρίστης τετυχη κέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρκως ἔχοντας καὶ παρ' οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν, ἔνθα προεῖπε, ποιησάμενον καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. Οἱ δ' ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γίδου κατελείφθησαν. 13.10.3 Μα νουὴλ δὲ τὸν Μοδηνόν, πιστότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὑπάρχοντα, προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ Βαϊμούντου ἀπαγγέλλοντα ἔλευσιν. Ἐπεὶ δὲ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. Εἰσελθόντος δὲ τούτου, ἐκτεί νας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χει ρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησά μενος, ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. 13.10.4 Ἦν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μὲν εἰπεῖν, οὐδεὶς κατ' ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ οὔτε βάρβαρος οὔτε Ἕλλην· θάμβος γὰρ ἦν ὀφθαλμῶν ὁρώμενος καὶ φημι ζόμενος ἔκπληξις. Κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιόσδε μακρὸς ἦν τὴν ἀναδρομὴν τοῦ σώματος ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν, τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγό νας, καὶ τοὺς ὤμους καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βρα χίονας καρτερός, καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ' ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγής. Ὑποκεκυφὼς δὲ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ ἐφαίνετο, οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τῆς ῥάχεως, ἀλλ' οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν ἔσχηκε. Τὸ χρῶμα κατὰ τὸ ἄλλο μὲν σῶμα λευκότατος, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπυρσοῦτο. Καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ' οὐ μὲν οὖν μέχρι τῶν μεταφρένων αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. Τὸ δὲ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἔχω λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ' οὖν εἶναι καὶ τοῦτο πυρσόν. Τὸ βλέμμα γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποση μαῖνον. Καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος τὴν τῶν στέρνων εὐρύτητα. Ἡ γὰρ φύσις διεξόδους ἐδεδώκει διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. 13.10.5 Ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύ ετο. Ὅλος γὰρ δι' ὅλου τοῦ σώματος ἀμείλικτος ἦν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῦ μεγέθους ἀπό τε βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αὐτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. Οὕτως εἶχε ψυχῆς τε καὶ σώματος ὡς καὶ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα, καὶ ἀμφοτέρους ὁρᾶν πρὸς