231
ὑμετέρας καὶ μέχρι τῶν βασιλικῶν ὑμῶν μελῶν ἐκτείνω τὸν ὅρκον, εἴ τις αὐτοῖς ἐπιβουλεύεται κάκωσις παρά τινων ἀλιτηρίων ἐχθρῶν, οὓς δυνατόν ἐστιν ἐμὲ κατα λύειν καὶ ἀπείργειν τοῦ κακοῦ ἐγχειρήματος. Ἀλλὰ καὶ ὑπὲρ πάσης χώρας τῆς ὑμετέρας καὶ πόλεως μικρᾶς τε καὶ μείζονος καὶ νήσων αὐτῶν καὶ ἁπαξαπλῶς, ὁπόση τίς ἐστι γῆ τε καὶ θάλασσα ὑπὸ τὰ ὑμέτερα σκῆπτρα ἐξ αὐτοῦ δήπου θεν τοῦ Ἀδριαντικοῦ πελάγους καὶ ἄχρι πάσης ἀνατολῆς καὶ κατὰ μῆκος τῆς μεγάλης Ἀσίας, ἔνθα τὰ τῶν Ῥωμαίων ὁρίσματα ἦν. 13.12.7 Ἔτι συμφωνῶ, καὶ ἔσται τῶν συμπεφωνη μένων μάρτυς καὶ ἐπήκοος ὁ Θεός, μηδεμίαν μηδέποτε χώραν τεταγμένην ὑπὸ τὰ ὑμέτερα σκῆπτρα εἴτε νῦν εἴτε πρότερον μήτε πόλιν ἢ νῆσον κρατεῖν τε καὶ ἔχειν, καὶ ἁπλῶς, ὁπόσα ἡ βασιλεία Κωνσταντινουπόλεως περιεῖ χεν ἢ νῦν κατέχει κατά τε τὴν ἀνατολὴν καὶ δύσιν, ἐκτὸς τῶν ῥητῶς δεδωρημένων μοι παρὰ τοῦ θεοπροβλήτου κρά τους ὑμῶν, ἃ καὶ κατ' ὄνομα δηλωθήσεται ἐν τῷ παρόντι ἐγγράφῳ. 13.12.8 Ἀλλ' ὁπόσην ἂν δυνηθείην χειρώσασθαι χώραν τελοῦσάν ποτε ὑπὸ τὴν βασιλείαν ταύτην ἀπωσάμε νος τοὺς τὴν χώραν ἐκείνην κατέχοντας, εἰς τὴν γνώμην τὴν ὑμετέραν ἀναρτᾶν ὀφείλω τὴν περὶ ταύτης οἰκονομίαν. Καὶ εἰ μὲν ἐμὲ βούλεσθε ἐπιτροπεύειν τῆς κυριευθείσης χώρας ὡς ἄνθρωπον ὑμέτερον λίζιον καὶ δοῦλον πιστόν, ἔσται τοῦτο· εἰ δ' οὔκ, ἀλλὰ παραδοίην ἄν, ᾧ ἂν ἀνδρὶ ἡ βασιλεία ὑμῶν βουληθείη, μὴ ἀμφιβάλλων κατά τι τὸ σύνο λον. Χώραν δὲ οὐ δέξομαι ἀφ' ἑτέρου τινὸς προδιδομένην ἐμοὶ ἢ πόλιν τινὰ ἢ πολίχνιον, ἅπερ ποτὲ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν ἐτύγχανον, ὡς ἐμοὶ διαφέροντα· ἀλλὰ καὶ τὰ πολιορκίᾳ κρατούμενα καὶ τὰ ἄνευ πολιορκίας, ὑμέ τερα δ' ἦσαν καὶ πάλιν ὑμέτερα ἔσονται μηδ' ὁπωστιοῦν δικαιολογουμένου μου περὶ τούτων. 13.12.9 Ἀλλ' οὐδὲ ὅρκον δέξομαι παρά τινος Χριστιανοῦ ἢ δώσω πρὸς ἕτερον ἢ συμ φωνίαν ἡντιναοῦν πρὸς βλάβην ὑμετέραν ὁρῶσαν ἢ πρὸς ζημίαν καὶ ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας. Ἀλλ' οὐδὲ ἄνθρωπος ἑτέρου γενήσομαι ἢ ἑτέρας ἀρχῆς μείζονος ἢ ἐλάσσονος ἄνευ τοῦ κράτους τοῦ ὑμετέρου· ἀλλὰ μία κυριότης ἐμοί, ᾗ ὑπισχνοῦμαι δουλεύειν, ἡ βασιλεία σοῦ τε καὶ τοῦ τριποθήτου υἱοῦ σου. 13.12.10 Τοὺς δὲ προσερχομέ νους μοι ἀνθρώπους τῆς βασιλείας σου ὡς κατεξαναστάν τας τοῦ κράτους τοῦ σοῦ καὶ ἐμοὶ ἐκδουλεύειν ἐθέλοντας καὶ μισήσω καὶ ἀποπέμψομαι, μᾶλλον δὲ κατ' αὐτῶν ἐξο πλίσομαι. Τοὺς δὲ ἄλλους βαρβάρους ἐθέλοντας δὲ ὅμως ὑπὸ τὸ ἐμὸν δόρυ γίνεσθαι, δεξαίμην μέν, ἀλλ' οὐκ ἰδίῳ προσώπῳ· ὁρκιῶ δὲ τούτους ἕνεκα σοῦ τε καὶ τοῦ περιποθή του υἱοῦ σου, καὶ τὰς ἐξ αὐτῶν χώρας παραλήψομαι δικαίῳ τῆς βασιλείας τῆς ὑμετέρας, καὶ ἐντεῦθεν τὸ ὑπὲρ αὐτῶν προσταττόμενον ἀπροφασίστως ποιεῖν ἐπαγγέλλομαι. 13.12.11 Ταῦτα μὲν περὶ τῶν πόλεων καὶ τῶν χωρῶν ὅσαι ὑπὸ τὸ σκῆπτρον τῆς Ῥωμαίων Τύχης ἐτύγχανον οὖσαι· περὶ δὲ τῶν μηδέπω δεδουλευκότων τῇ Ῥωμανίᾳ, ταῦτα ἐνόρκως κατεπαγγέλλομαι ὡς ἵνα τάς τε προσερχομένας μοι χώρας ἄνευ πολέμου ἢ καὶ μετὰ πολέμου καὶ μάχης καὶ ταύτας ἁπάσας ὡς ἀπὸ τῆς ὑμετέρας βασιλείας λογίζωμαι, εἴτε τουρκικαί εἰσιν, εἴτε ἀρμενικαὶ καί, ὡς ἄν τις εἴποι τῶν τὴν ἡμετέραν ἐπισταμένων φωνήν, παγανικαὶ ἢ χριστιανι καί, τούς τε ἀπὸ τῶν ἐθνῶν προσιόντας μοι καὶ δουλεύειν ἐμοὶ βουλομένους, οὕτως ἵνα τούτους παραδέχωμαι ὡς εἶναι καὶ αὐτοὺς μέλλοντας ἀνθρώπους τῆς βασιλείας ὑμῶν. Καὶ διαβαίνοι καὶ πρὸς τούτους ἡ ἐμὴ συμφωνία πρὸς τὸ κράτος τῆς βασιλείας καὶ οἱ κατεμπεδωθέντες ὅρκοι. Καὶ τούτων αὐτῶν οὓς μὲν ἂν ἐθέλοιτε ὑμεῖς οἱ ἀεισέβαστοι βασιλεῖς ὑπ' ἐμὲ τάττεσθαι, τάττοιντ' ἄν, οὓς δὲ πέμπειν πρὸς τὸ ὑμέτερον κράτος βούλεσθε, βουλο μένων κἀκείνων ἀποστελῶ, μὴ βουλομένων δέ, ἀλλ' ἀπα ναινομένων τὴν πρὸς ὑμᾶς δουλείαν, οὐδὲ ἐγὼ παραδέξο μαι. 13.12.12 Πρὸς μέντοι τὸν Ταγγρὲ καὶ ἀνεψιόν μου ἀκήρυκτον ἕξω πόλεμον, εἰ