1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

233

ἐπόμνυμι ὡς ἄρα καθ' ὧν μὲν ἂν βούληται ἡ βασιλεία ὑμῶν τῶν κατεχόντων πόλεις καὶ χώρας, αἵ ποτε ὑπέκειντο τῇ βασιλείᾳ τῆς Κωνσταντι νουπόλεως, ἀντάρασθαι χεῖρας καὶ ξυγκροτήσειν πόλεμον, τοῦτο ποιήσω κἀγὼ καὶ ὁπλοποιήσομαι κατ' αὐτῶν. Καθ' ὧν δὲ οὐκ ἔστι σοι θυμῆρες στρατὸν κινῆσαι, οὐδὲ αὐτοὶ κατ' ἐκείνων στρατεύσαιμεν. ∆ιὰ πάντων γὰρ βουλόμεθα θεραπεύειν τὸ ὑμέτερον κράτος καὶ πᾶσαν πρᾶξιν καὶ πᾶσαν βούλησιν τῆς σῆς βουλήσεως ἐξαρτᾶν. 13.12.16 Τῶν τε Σαρακηνῶν καὶ τῶν ἐκ τοῦ Ἰσμαὴλ ὁπόσοι συρ ρέουσιν εἰς τὴν βασιλείαν σου ηὐτομοληκότες καὶ τὰς πόλεις αὐτῶν παραδιδόντες, οὔτε ἀποκωλύσω οὔτε διὰ σπουδῆς θείην ὑποποιήσασθαι ἐμαυτῷ, εἰ μή που ἄρα διὰ τοῦ ἐμοῦ δόρατος καταναγκασθὲν τὸ μέρος ἐκεῖνο καὶ παν ταχόθεν στενοχωρηθὲν πρὸς τὸ κράτος τὸ σὸν ἀπέβλεψε κίνδυνον ὑφορώμενον καὶ τὴν σωτηρίαν ἑαυτῷ ἐκ τοῦ προσ έρχεσθαί σοι πραγματευόμενον. Ἀλλὰ τοὺς τοιούτους τε πάντας καὶ ὅσοι τὸ φραγγικὸν πεφοβημένοι ξίφος καὶ τὸν ἐπηρτημένον θάνατον ἀποκλίναντες τοὺς σεβαστοὺς βασι λέας ἐπικαλοῦνται ὑμᾶς οὐ διὰ τοῦτο ἀνθέξεσθε τῶν ἡμε τέρων δορυαλώτων, ἀλλὰ δηλονότι τῶν ἄνευ πόνων καὶ κόπων ἡμετέρων καὶ ἐθελουσίως εἰς τὴν ὑμετέραν δούλωσιν ἐρχομένων. 13.12.17 Πρὸς ταῖς ἄλλοις καὶ ταυτὶ συμφωνῶ, ὅτι τοι ὅσοι ἂν ἐθέλωσι διαπερᾶσαι μετ' ἐμοῦ τὸν Ἀδρίαν ἀπὸ Λογγιβαρδίας ἄνδρες στρατιῶται, ὀμοῦνται καὶ αὐτοὶ καὶ συμφωνήσουσι τῇ δουλείᾳ τῆς βασιλείας σου, ὁρκίζον τος δηλονότι τούτους ξύμπαντας ἀνθρώπου τινὸς τοῦ ὑμε τέρου κράτους, ὃν ἂν αὐτοὶ ἐπὶ τούτῳ αὐτῷ ἀποστείλητε κατὰ τὸ πέραν Ἀδρίου. Εἰ δ' ἀποπηδῶσι τὸν ὅρκον, μὴ ἄλλως ἐᾶσαι διαπερᾶν ὡς τὰ αὐτὰ φρονεῖν ἡμῖν ἀπαναινο μένους. 13.12.18 ∆εῖ δὲ καὶ τὰς διὰ χρυσοβούλλου λόγου δωρη θείσας μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν χώρας καὶ πόλεις ἐκθεῖναι ἐν τῷ παρόντι συγγράμματι· ἡ κατὰ τὴν Κοίλην Συρίαν Ἀντιόχου πόλις μετὰ τῆς περιοχῆς αὐτῆς καὶ τῆς διακρατήσεως σὺν αὐτῷ Σουετίῳ, ὃ παρὰ τὴν θάλασσαν ἥδρασται· τὸ ∆οὺξ μετὰ τῆς διακρατήσεως αὐτοῦ πάσης σὺν τῷ τοῦ Καυκᾶ τό τε τοῦ Λουλοῦ λεγόμενον καὶ <τὸ> τοῦ Θαυμαστοῦ Ὄρους καὶ τὰ Φέρσια μετὰ τῆς ὑπ' αὐτὰ πάσης χώρας· ὁ Ἅγιος Ἠλίας ἡ στρατηγὶς μετὰ τῶν ὑπ' αὐτὴν πολιχνίων· ἡ στρατηγὶς τὸ Βορζὲ καὶ τὰ ὑπὸ ταύτην πολίχνια· ἡ περὶ τὴν στρατηγίδα τὸ Σέζερ ἅπασα χώρα, ἥντινα Λάρισσαν Ἕλληνες ὀνομάζουσιν· ὣς δὲ καὶ τὸ Ἀρτὰχ καὶ τὸ Τελοὺχ αἱ στρατηγίδες μετὰ τῆς ἑκάστης περιοχῆς· σὺν τούτοις ἡ Γερμανίκεια καὶ τὰ ὑπὸ ταύτην πολίχνια· τὸ Μαῦρον Ὄρος καὶ πάντα τὰ ὑπ' ἐκεῖνο τατ τόμενα κάστρα καὶ ἡ ὑποκειμένη τούτῳ σύμπασα πεδιὰς ἄνευ δηλονότι τῆς τῶν Ῥουπενίων διακρατήσεως Λέοντός τε καὶ Θεοδώρου τῶν Ἀρμενίων γεγονότων ἀνθρώπων τοῦ κράτους ὑμῶν. 13.12.19 Μετὰ τῶν ἀναγεγραμμένων τὸ στρατη γάτον Παγρᾶς, τὸ στρατηγάτον Παλατζά, τὸ θέμα τοῦ Ζοῦμε καὶ τὰ ὑπὸ ταῦτα πάντα κάστρα τε καὶ πολίχνια καὶ ἡ ἑκάστῳ προσήκουσα χώρα. Ταῦτα γὰρ πάντα κἀκεῖ περιέχεται ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας ὑμῶν ὡς δεδωρημένα μοι παρὰ τοῦ θείου κράτους μέχρι πέρατος τῆς ἐμῆς βιοτῆς, ὡς ὀφειλόντων μετὰ τὴν ἐνθένδε μου μετά στασιν εἰς τὴν βασιλείαν ἐπανακάμπτειν τῆς νέας Ῥώμης καὶ βασιλίδος τῶν πόλεων Κωνσταντινουπόλεως, ἐφ' ᾧ φυλάττειν πίστιν ἀκραιφνεστάτην <καὶ> εὔνοιαν καθαρὰν δι' ὑμῶν τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων εἰς τὴν βασι λείαν αὐτῆς καὶ τοῦ θρόνου ταύτης καὶ τῆς βασιλικῆς ῥάβδου δοῦλον εἶναι καὶ λίζιον ὑποχείριον. 13.12.20 Συμφωνῶ δὲ καὶ ὄμνυμι τὸν ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας πρεσβευόμε νον Θεὸν ὡς οὐκ ἐκ τοῦ ἡμετέρου γένους πατριάρχης ἔσται Ἀντιοχείας, ἀλλ' ὃν ἂν προβαλεῖται ἡ βασιλεία ὑμῶν ἐκ τῶν θρεμμάτων τυγχάνοντα τῆς κατὰ τὴν Κωνσταντι νούπολιν μεγάλης ἐκκλησίας. Ὁ τοιοῦτος γὰρ καὶ τοῦ θρό νου τοῦ κατὰ τὴν Ἀντιόχειαν ἐπιβαίη καὶ