236
πρὸς αὐτὸν τὸν εἰρημένον ἄνωθεν χρυσόβουλλον λόγον ἐνσεσημασμένον διὰ κινναβάρεως, ὡς ἔθος, διὰ βασιλικῆς δεξιᾶς.
14.t.1 ΑΛΕΞΙΑΣ Ι∆ʹ
14.1.1 Τῶν οὖν δεδογμένων τῷ αὐτοκράτορι πέρας ἐσχη κότων, τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον συμφωνίαν ἐνόρ κως ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τῆς λόγχης δι' ἧς τὴν τοῦ Σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκα μένην ἐπάνοδον ᾐτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ' αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος, ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδῶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δὲ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτή σαιντο, ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύ σεσθαι. Ταῦτ' αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκα τατιθέμενον ταῖς τούτου αἰτήσεσιν εἶχεν εὐθύς. Τιμηθεὶς οὖν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τὸ οἰκεῖον ἐπανέτρεχε στράτευμα. Συναπῄει δὲ τούτῳ καὶ Κωνσταντῖνος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν Κατακαλών, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἔν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπε δεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις παρέχοι αὐτοῖς. Καταλαβὼν οὖν τὴν ἰδίαν παρεμβολὴν καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ' αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος, εἰς μονῆρες εἰσελθὼν τὴν Λογγιβαρδίαν κατέλαθεν. Οὐ πλείω δὲ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. 14.1.2 Ὁ δὲ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ' αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. Ἐπανελθὼν δὲ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογι ζόμενος αὖθις ὅπως τὰ κατὰ τὴν παραλίαν τῆς Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι τελείως ἠρίπω σαν, ἐν δεινῷ ἐποιεῖτο εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρῴην ἀποδοίη κόσμον καὶ τοὺς ἁπανταχῆ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. Οὐ μὴν ἀλλ' οὐδὲ περὶ τῆς τοῦ Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα. 14.1.3 Ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δὲ οὗτος ἐπηβολώτατος καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλους, πρὸς δὲ τοὺς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρα τιωτικῆς παιδείας πάμπαν ἀμύητος· οὔτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ᾔδει οὔτε θυρεῷ σκέπεσθαι· τἆλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μη χανημάτων τοὺς πολεμίους ἡττᾶν) οὗτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. Γινώσκων οὖν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται, οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ, πείθεται διὰ ταῦτα καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι, πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεῖς τὰς ἐπιχειρήσεις ποιεῖσθαι. 14.1.4 Ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλῳσόμενος πορθμὸν καταλαμ βάνει τὸ Ἀτραμύτιον. Πόλις δὲ πρῴην μὲν ἦν πολυανθρω ποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐλῄζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε.