237
Τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαί ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησέ τε καὶ εἰς τὸ πρότερον ἀποκα τέστησε σχῆμα, τούς τε ἐποίκους ἁπανταχόθεν ἀνεκαλέ σατο ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσῴζοντο, καὶ ἐξ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισέ τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. Πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τῷ τότε ἐνδιατρίβειν, ἀπόμοιραν τῶν ὑπ' αὐτὸν δυνάμεων ἀποδιελόμενος, ἐξέπεμψε κατ' αὐτῶν. Οἳ καὶ καταλα βόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ' αὐτῶν συνά ψαντες τὴν νικῶσαν εἶχον παραυτίκα· ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο ὡς καὶ τὰ νεογνὰ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας. Πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν ἄγοντες πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. Οἱ δέ γε καταλειφθέντες Τοῦρκοι μελανδυτήσαντες καὶ τὰς σφῶν συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλοις βουλόμενοι, ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώραν γοερὸν ἀνοι μώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγού μενοι, κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινοῦντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. 14.1.5 Ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ ἐγχειρήματος. Ἀρχισατράπης δέ τις Ἀσὰν τὴν κλῆσιν, ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα, τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοὺς μεταπεμψάμενος ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλιάδας παραστῆναι τὸ ὑπ' αὐτὸν στρά τευμα, κατ' αὐτοῦ ἔξεισι. ∆εινὸς δὲ ὢν ἀνὴρ ὁ Εὐμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ' ἀνα πεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῆ ἔπεμπε καί, ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέ πεμπεν ἄλλους καὶ πρὸς ἐγρήγορσιν ἀνηρέθιζεν ὥστε παννύχους ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιά δας περιαθρεῖν. 14.1.6 Τούτων οὖν τις πόρρωθεν τὸ τουρκι κὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. Ὁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσκέπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε, καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἠχεῖν· καὶ ἁπλῶς ἐν τοιούτῳ σχήματι τὴν πόλιν κατεστήσατο ὡς πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. Ὁ δὲ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ παρέμεινεν ἡμέραις. Ὡς δὲ οὐδεὶς ἄνωθεν προκύπ των ἐφαίνετο, αἱ δὲ πύλαι τῶν ἐντὸς εἶχον ἀσφάλειαν, ἑλεπόλεις δὲ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετροβόλα ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν, πολλὴν ἀσθένειαν καταψηφισάμενος τῶν ἐντὸς ἄλλην ἀτραπὸν ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. ∆έκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξα πέστειλεν, ἑτέρας δὲ ... ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμ φαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ Χλιαρὰ καὶ τὴν Πέρ γαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην .... ἀπερχομένοις. 14.1.7 Ὁ μέντοι Φιλοκάλης, διαγνοὺς τὸ τοῦ Ἀσὰν ἐπιχείρημα, ἁπάσας τὰς ὑπ' αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. Οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ἀπεριμερίμνως καταλαμβάνουσι καὶ ἐπεισπε σόντες τούτοις αὐγαζούσης ἡμέρας ἀφειδῶς κατέσφαττον· τοὺς δὲ παρ' αὐτῶν κατεχομένους δορυαλώτους ἐρρύσαντο ἅπαντας. Κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμ φαιον ἀπερχομένους Τούρκους ἐδίωξαν· διεκδραμόντες δὲ καί τινες ἀπό τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων