238
κεράτων τὸν κατ' αὐτῶν συγκροτήσαντες πόλεμον κατὰ κράτος ἐνίκησαν. Καὶ πολλοὺς μὲν κτείνουσι, πολλοὺς δὲ καὶ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀπεπνίγησαν. Ποταμὸς δὲ οὗτος περὶ Φρυγίαν, σκολιώτα τος ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. Θαρρήσαντες δὲ κἀπὶ τῇ δευτέρᾳ νίκῃ τοὺς ἐπιλοίπους ἐδίωκον. Ἀλλ' οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων φθασάντων πορρωτέρω γενέσθαι τούτων. Εἶθ' οὕτως ἐπανῆλθον πρὸς Φιλαδέλφειαν. Ὁ δέ γε Εὐμάθιος, τού τους θεασάμενος καὶ μεμαθηκὼς ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.
14.2.1 Μετὰ δὲ τὴν τοῦ Βαϊμούντου τελευτήν, ἐπειδὴ ὁ Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταύτης ἀλλο τριῶν, ὁ βασιλεὺς ἐνταῦθα κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένους ὅρκους τῶν βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δὲ πεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστρα χηλοτάτοις αὐτοῖς ἐντυγχάνων ἀεὶ καὶ καταπίκροις ἀνδράσι, πολλὰ δὲ ῥωμαϊκὰ στρατεύματα τούτοις συνεκπέμ πων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μὲν ἵνα μὴ τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο (ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ' ὅπως καὶ ὑφ' ἡμῶν συγκροτούμενοι τὰς <μὲν> πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δὲ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύ νοιντο, ἀπήντησε δὲ οὐδὲν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων καὶ δωρεῶν τῇ Ῥωμαίων ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ' ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ τῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. 14.2.2 Τὸ γὰρ ἐκείνου μὲν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπὲρ αὐτῶν φροντίδα καὶ τῶν παρ' αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδὲν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους λογίζεσθαι τὸ ἐκνίκημα ἴδιον τὰς πρὸς αὐτὸν συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσαντας καὶ παρ' οὐδὲν λογισαμένους, διεσπάραττεν αὐτοῦ τὴν ψυχὴν καὶ οὐκ εἶχεν ὅπως ἐνέγκοι τὴν ὕβριν. 14.2.3 Ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρέ, διεγκαλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονούμενος, ἀλλὰ μετελεύσεται τοῦτον καὶ τῆς εἰς Ῥωμαίους ἀχαριστίας. ∆εινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρήματα μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν ῥωμαϊκῶν συνταγμάτων ἕνεκα Συρίας ἁπάσης καὶ τῆς Ἀντιοχείας αὐτῆς, σπεύδων ὅλῃ χειρὶ καὶ γνώμῃ τὰ ὅρια πλατῦναι τῆς Ῥωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴη τῶν ἐκείνου καὶ χρημάτων καὶ πόνων. 14.2.4 Ταῦτα διαπρεσ βευσαμένου τοῦ αὐτοκράτορος, ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος, οὐδ' ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων, εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ' ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια ἔλεγέ τε διαρρήδην καὶ ἐξετραγῴδει τὴν δύνα μιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐ δ' ἄν, εἴ τι γένοιτο, μεθήσειν τὴν Ἀντιόχειαν διισχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντι μάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν