1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

241

τοῖς ὅλοις ἐξα πορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. 14.2.12 Ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυο καίδεκα δὲ ἦσαν αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης, κεῖθι τὸν Βαλδουῖνον καταλαμβά νει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο· προσεπιβαλὼν δὲ τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. Τὸ δὲ ἄρα ἀληθὲς μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία ἵν' οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖ θεν αὐτόν. Ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ τοῦτον ὡς ψευσάμενον κατεμέμψατο. Προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς λῃζομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώ σειε. Ταῦτα τῷ Βουτουμίτῃ ὁ Βαλδουῖνος ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη· «Μετ' ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδό ξαντα μετὰ πρέσβεων ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι». 14.2.13 Ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. Ὁ δὲ Βουτουμίτης· «Εἴπερ βοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἐπαγγέλλεσθε, τὸν ὅρκον ὃν ἐν τῷ διέρχεσθαι πρὸς αὐτὸν ἐποιήσατε φυλάττοντες, καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῦτα λήψεσθε χρήματα». Ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δὲ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρέ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἦθος· πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ τὰ χρήματα, πράττειν δὲ ὑπὲρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. Γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αὐτῷ ἀπέλυσεν. Ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ, κατὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἐλη λυθότι, καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, ἄπρακτοι ἐκεῖθεν ὑποχωρήσαντες. 14.2.14 Καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελκτράνῳ ἐντυχόντες, ἐπεζήτουν τὰ κατατεθέντα παρ' αὐτῶν εἰς τὴν ἐπισκοπὴν χρήματα. Ὁ δὲ υἱὸς ἐκείνου καὶ ὁ Τριπό λεως ἐπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων παροχήν. Οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον· «Εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῦ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελκτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. Λοιπὸν οὐδὲ τὴν ἀπὸ Κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ λοιποῦ ἕξετε, οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου, κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεσθε». Ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μὲν διὰ μειλιχίων λόγων, πῆ δὲ δι' ἀπειλῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, δεῖν ἐλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ὁρκίσαι τοῦ αὐτοκράτορος καὶ οὕτω τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. Ὁ δὲ λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτορος. Τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δι' αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε ∆αμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. Ἐκεῖθεν δὲ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφύλιον παραμείψαντες κόλπον, τὸν πλοῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καί, τὸν Ἑλλήσποντον διαβεβηκότες, τὸν βασιλέα καταλαμβά νουσιν.