1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

242

14.3.1 Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφε τοῦ δίκην ἐπήρχοντο, ἀπὸ μὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἠπείρου αὖθις ἐξ ἑῴας τοῦ Ἀμὴρ Σαϊσὰν καταλαμβά νοντος ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, δεῖν καὶ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ' ἄμφω τὰ μέρη μάχεσθαι. Καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. Εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μονα στρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ Χλιαρὰ καὶ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας. Πολλὴν δὲ τὴν πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομὰς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ' ὥραν. 14.3.2 Οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους, τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύ του καὶ Κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομάς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθους ἀνυστάκτως ἐπιτηρεῖν τὸν φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους παραπλέοντας φρουρεῖν μηδὲ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. Ἐπεὶ δὲ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιά σας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. 14.3.3 Ὡς δὲ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπε ποίητο, ἀποδιελόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ' ᾧ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασι λέως καταμαθεῖν. Ὡς δὲ τὴν Ἄβυδον κατέλαβον ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. ∆ι' ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθη κότες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος, κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται ἐφ' ᾧ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἷοί τε ἦσαν ἀπομάχεσθαι, τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. 14.3.4 Εἷς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιού τους ἀρχηγούς, τὴν ἰδίαν ἀφελόμενος νῆα μονήρη ὠκυτά την οὖσαν, πρὸς τὸν Βαλδουῖνον ἀπῄει καὶ τὴν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθά σας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα διηγήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ ῥωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται. Ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει ὅτιπερ οἱ ἡγεμόνες τοῦ κελ τικοῦ στόλου, οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ' αὐτῶν ἐγνωκότες, ὑπέστρεψαν βέλτιον εἶναι νομί σαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ ῥωμαϊκοῦ στόλου μαχομένους ἡττηθῆναι. Ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν ῥωμαϊκὸν ἔτι δεδιὼς στόλον. 14.3.5 Ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ' οὐδὲ <τὰ> κατὰ τὴν ἤπειρον ζάλης ἄνευ παρῆσαν οὐδὲ φροντίδων ἄτερ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις ἐξ Ἀμά στριδος τὴν Ἀκρουνὸν φρουρῶν, ἀποστασίαν μελετήσας, κατέσχεν αὐτὴν καὶ