244
ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ .... μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. Ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ πάντα τὰ λῴονα, καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν αὐτοῦ παρέ λευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα.
14.4.1 Οἱ δὲ τοῦ φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν περισωθέντων ἀπὸ τῶν
πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βασιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδ' ὅλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες. Παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μετὰ τῆς βασιλίδος (συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ποδῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρὸν καθ' ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος παραφυλαξάμενος εἰς τὴν βασιλεύουσαν ὑπέ στρεψεν. Οὐ πολὺς παρίππευκε χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. Οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλή χει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων διηνεκῶς. Μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ' ὃν σύνηθες τοῖς βαρβάροις τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ ∆αμάλεως διαπερᾷ πορθμόν. 14.4.2 Καὶ οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνία ἀπεῖρξε τοῦ ἔργου. Ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκέ ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον καὶ φιληδόνοις συμβαίνειν εἴωθεν. Ἀλλ' ὅπως αὐτῷ ἡ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν ἐγὼ διηγήσο μαι. Ἐσφαίριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. Ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ· κἀντεῦθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς, οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ' ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνηθῶν διατριβῶν εἴχετο. Αὕτη μὲν πρώτη αἰτία τῆς τῶν ποδῶν ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. 14.4.3 ∆ευτέρα δὲ καὶ ἐναργεστέρα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. Τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τὴν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν; Τότε γὰρ οὗτος εἰς πέλαγος ἀχανὲς φροντίδων ἐμπεπτωκώς, ἐκ πολλοῦ συνιδὼν αὐτοὺς τὴν Ῥωμαίων βασιλείαν ὀνει ρώττοντας, ὑπὲρ τὴν ἄμμον δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ ῥωμαϊκὰς ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ἓν συναφθεῖεν, πολλῴ γε μᾶλλον διεσπαρμένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ ∆αλμα τίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τὰς τῶν Κομάνων καὶ ∆ακῶν ἐφόδους φυλαττομένων, πολλῶν δὲ καὶ τὴν τοῦ ∆υρραχίου φρουρὰν ἐμπιστευομένων ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὖθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτο κράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα πάντα ἐν δευτέρῳ θέμενος. 14.4.4 Καὶ τὸ μὲν πέριξ ὑποκινούμενον βαρβαρι κὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάτ τεσθαι ἔσπευδεν ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύ ματα. Ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται; Παντοῖος