245
οὖν πρὸς πάντας γινόμενος καὶ συμμετασχηματιζόμενος ὡς ἐνὸν τοῖς πράγμασι, πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. 14.4.5 Ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εὐθὺς ἡλίου τὸν ἀνατο λικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου, κελεύων τοῦς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι καθ' ἡμέραν ἑκάστην, ἅμα μὲν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αὐτοῦ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. Οἱ δὲ Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες, φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι, οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ' ὁπόσους ἂν ἕκαστος τῶν κομήτων ἐβούλετο συμπαρα λαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ' ἐκείνου ἄλλος. Εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ, καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ' ὁπόσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν. Οἱ δὲ τοιοῦτοι ὄντες τὸν τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὑφορώμενοι, οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὁμιλίας παρεῖχεν, ἀλλ' ἀνέτως τὰς ὁμιλίας καὶ τὰς αἰτή σεις ἐποιοῦντο. Τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει καταστοχάζεσθαι· τοὺς δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. 14.4.6 Καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι' ὅλης διαμεμενηκὼς ἡμέρας, ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοι τωνίσκον ἀπονεύων· ἀλλ' οὐδ' οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦτο ὀχλήσεως. Ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέντων μόνον τῆς ἡμερινῆς ὁμιλίας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων καὶ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων, ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύ της γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. Καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφορὰς ἑτοίμως τὸν αὐτὸν καὶ ἕνα τὰς ἀνθυποφορὰς ποιούμενον. Πέρας δὲ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἦν. Ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετο. Τὸ γὰρ τῶν Φράγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει μὴ ἐκ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖ ται βλάβη τῇ Ῥωμαίων ἀρχῇ. 14.4.7 Καὶ ἦν ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον. Ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μὲν μέχρι μέσης νυκτός, πολλάκις δὲ καὶ τρίτης ἀλεκτοροφωνίας, ἔστι δ' ὅτε σχεδὸν καὶ περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. Πάντες δὲ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῄεσαν δυσχεραίνοντες. Κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, ὁ δ' ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ' εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. Μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμει λίκτως εἶχεν ὁ βασιλεύς. Καὶ τίς γὰρ τῆς ἐκείνου φερε πονίας λόγος ἐφίκοιτο; Μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ' Ὅμηρον· ἄλλος μεταστὰς παρεδίδου ἑτέρῳ τὴν λαλιὰν κἀκεῖνος εἰς ἄλλον μετέπεμπεν· εἶτ' αὖθις οὗτος εἰς ἕτερον. Καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δὲ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἢ καὶ δευτέρας ἀλεκτοροφωνίας. Μικρὸν δὲ διαναπαυό μενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς νυκτερινοὺς ἐκείνους διαδεχόμενοι. 14.4.8 Ἐκ ταύτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν