246
ἐνσκήπτει τοῦ αὐτοκράτορος. Ἔκτοτε δὲ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφροδράν. Ὁ δὲ τοσοῦτον ἐγκαρτερῶν ἦν ὡς μηδέποτε γογγυστικὸν εἰπεῖν ῥῆμα, ἀλλὰ τὸ· «Ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα γίνεται διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν». Εἰ καί που δὲ τῶν χει λέων αὐτοῦ ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος· «Φεῦγε, λέγων, ἐξ ἐμοῦ, πονηρέ· οὐαί σοι καὶ τοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν». 14.4.9 Ἀλλὰ τὰ μὲν τῆς τῶν ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν· εἰ δέ τις τῇ νόσῳ ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας κρατῆρος, καθὼς ἐν ὀλίγοις ἐνσημα νούμεθα, ἵνα μὴ λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἂν ἡ βασιλὶς μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορας οὖσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προ καταρκτικὴ μόνον, ἀλλὰ καὶ συνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν. Οὐ γὰρ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ συμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὴν ἐκείνου φύσιν ἀπεῖδεν, οὐ μόνον αἰτία νοσήμα τος ἦν, ἀλλὰ καὶ ἄντικρυς νόσημα καὶ βαρύτατον σύμ πτωμα. Ἀλλ' ἐπέχειν τὸν λόγον ἀνάγκη τὴν γλῶτταν ἐνδα κόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόρου, κἂν ὅτι μάλιστα προθυμότατος ᾖ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. Εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι.
14.5.1 Ὁ δὲ λόγος ἐχέσθω τῶν Κελτῶν διηγήσεως. Αὐλίζε ται μὲν οὖν ὁ
αὐτοκράτωρ κατὰ τὴν πέραθεν ∆άμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε. Καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοῦ δίκην διαπερῶντες πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δὲ καὶ τὴν σφοδρὰν ἐκείνην ὀδύνην ῥαΐσαι ἐλπίζοντα. Πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ ἡ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδό νας διὰ παντοίας ἐπιμελείας, ὡς· «Εἴ ποτε, εἶπεν ὁ βασι λεύς, ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐπιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα και ρὸν ἀπολωλεκώς». Ἑσπέρας μὲν ἔφη τοῦτο, κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνα σχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νίκαιαν κατήγ γειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος Εὐσταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ' αὐτοὺς διαλαμβάνουσαν. 14.5.2 Ὁ γοῦν αὐτοκράτωρ μηδὲ μικρὸν ἀνα μείνας μηδὲ μελλήσας ὅλως, ἀλλ' οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι' ἁρμαμάξης τῆς πρὸς Νίκαιαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. Οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα τούτων ἀναλαβόμε νοι κατ' ἴλας στοιχηδὸν ἐφ' ἑκάτερα ἵεντο. Καὶ οἱ μὲν παρέ θεον τούτῳ, οἱ δὲ προέπεμπον, οἱ δὲ συνείποντο συγχαί ροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι, ἀνιώμενοι δὲ διὰ τὴν ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύ νην. Ὁ δὲ πρὸς θάρσος ὤτρυνεν ἅπαντας νεύμασί τε καὶ λόγοις ἡδὺ προσμειδιῶν αὐτοῖς καὶ προσφθεγγόμενος. ∆ι' ἡ μερῶν δὲ τριῶν κατέλαβε τόπον τινὰ Αἰγιαλοὺς καλούμε νον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλῴσασθαι ἔμελλεν. Ἐπει γόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα ἡ Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. 14.5.3 Τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προσ έρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αὐτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν