248
καὶ πολλοὺς κτείνοντα, πολλοὺς δὲ καὶ τιτρώ σκοντα, ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθη ρὸν αὐτοῦ θαυμάσαντες, τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. Ὁ δὲ ἀρχισατράπης Μου χοῦμετ τὴν κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνι καῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεκομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ' ὧν ἔτυχε προ σελθὼν ἔφη· «Μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον· ἀλλὰ δίδου μοι χεῖρα καὶ σῴζου». Ὁ δὲ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον δίδωσι χεῖρας τῷ Μουχοῦμεt. Καὶ ὃς ἐφ' ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. 14.5.7 Ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα· ὁ δέ γε αὐτοκράτωρ, στοχα σάμενος τῆς ἀτραποῦ δι' ἧς διιέναι ἔμελλον, ἄλλην τραπό μενος διά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων καὶ τῶν οὕτω καλουμένων Βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου δια κείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε καταλαμβάνει τὴν Ἀκροκόν, ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ τῶν ἔμπρο σθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ' αὐτῶν συνά ψαι τὸν πόλεμον. Οἱ δὲ μηδὲ μνείαν ὅλως ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες, τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες, ἐκεῖ που περιχυθέντες ἐξέκειντο. Ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ' αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοὺς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῦ τὸ στράτευμα εἰς πολέμου τύπον καταστήσας καὶ παραταξάμενος, ἔμπροσθεν μὲν Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ' ἑκάτερα δὲ ἰλαδὸν καταστήσας τὸ στράτευμα, τὴν οὐρα γίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν τοῦ πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε. Τὸ δὲ μέσον τῆς παρατάξεως αὐτὸς διέπων ὅλας συνετάττε φάλαγγας, καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ' αὐτῶν συνῆψε πόλεμον. 14.5.8 Πολλοὶ μὲν οὖν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δὲ καὶ δορυθήρατοι ἄγονται. Οἱ δὲ τῷ καλαμῶνι προσπεφευγότες τέως ἐσῴζοντο· ὁ δὲ αὐτοκρά τωρ λαμπρὰν τὴν κατ' αὐτῶν νίκην ἀράμενος, πρὸς τὸν καλαμῶνα ἐπιστραφείς, ἔσπευδε κἀκεῖθεν τούτους ἀπελάσαι. Οἱ δὲ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. Καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἀφεῖναι ἐπέταξε· τούτου δὲ γενο μένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα. Οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας· καὶ τούτων οἱ μὲν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δὲ πρὸς τὸν αὐτοκράτορα ἤγοντο.
14.6.1 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ κατελθόντας βαρβάρους· ὁ δὲ Ἀμὴρ Μουχοῦμετ, μεμαθηκὼς τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμά νους, κατόπιν εὐθὺς ἐλαύνει τοῦ βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοι πῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. Οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχοῦμετ βάρβαροι τὸν αὐτοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπο ρευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. Ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δὲ διώκοντες ἔξω κακῶν εἱστή κεισαν ἔτι. Ἐπεὶ δ' ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μουχοῦμετ, πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. Ὁ δὲ ἐν αἰσθήσει τοῦ αὐτοκράτορος ὢν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ὁ ἀνήρ, μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ' αὐτὸν ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δέξασθαι, κατὰ τοῦ Μουχοῦμετ ἵεται. Παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. 14.6.2 Περὶ παλαιοχώριον δέ τι γενομένω μήπω τῶν ὑπ' αὐ τοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει τούτους ὁ Μουχοῦμετ σταθηρότατος ὤν. Τὸν