249
ἵππον δὲ τοῦ Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρριψεν. Ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν. Ἀλλὰ καὶ τὸν Τζιπουρέλην ἀναισχύντως κατ' αὐτῶν ἱέμε νον ὁρῶντες τὸν ἵππον ἐν ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν, ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. Οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρα τιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φρουρεῖν καὶ τοὺς κατ' αὐτῶν ἱεμένους ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ' αὐτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. 14.6.3 Ἐπεὶ δὲ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνικαῦτα δέσμιος παρῆν, τὴν γενομένην σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμενος καὶ τοὺς μὲν φεύγοντας, τοὺς δὲ διώκοντας ὁρῶν, σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. Περιτυχὼν δὲ αὐτῷ κατάφρακτός τις Κελτὸς ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν πεδιάδα τῆς τεμπείας αὐλιζόμενον μεταξὺ Φιλα δελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασι. Ὁ δὲ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῷστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει· «Εἰπέ, λέγων, ὅσα τε πέπονθας καὶ ὁπόσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν». 14.6.4 Μεμαθηκὼς δὲ τὴν σφαγὴν τοῦ Ἀμπελᾶ καὶ τοῦ Τζιπου ρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγῇ περιαλγήσας ὁ αὐτοκρά τωρ τὴν ψυχὴν ἔφη· «∆ύο δόντες ἕνα ἐλάβομεν». Ἔθος γὰρ αὐτῷ, ὁπηνίκα νικήσειέ τινα πόλεμον, ἀνερευνᾶν εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χει ρός· καὶ κἂν ὅλας ἐτρέψατο φάλαγγας καὶ νίκην τὴν κατ' αὐ τῶν ἤρατο, ξυμβέβηκε δ' ἕνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδὲν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. Αὐτὸς δὲ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ' αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας, Γεώργιον τὸν Λεβούνην καὶ ἑτέρους, πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. 14.6.5 Ὁ μὲν οὖν Καμύτζης καταλαβὼν τὸ ∆αμάλιν καὶ ἐν ἀμφιρύκῳ εἰσελθὼν περὶ μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα εἰς τὰ ὑπερ κείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην. Τῶν δὲ ἐρομένων τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πύλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. Μόγις οὖν τοὔ νομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. 14.6.6 Ἡ δὲ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῦ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), θεασαμένη δὲ τοῦτον τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χωλεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν. Εἶτα περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσδοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα, οὐκ εἶχεν ὑφ' ἡδονῆς ὅ τι καὶ γένοιτο. Ἐπέτρεψε δὲ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμ βεβηκότα διακηρυκεύειν ἅπασι. Καὶ ὁ μὲν πρωίθεν ἐξανασ τὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων ἐκείνων, μεθ' ὧν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθείς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. Καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ' αὐτῷ ἐκεκίνητο, ὁμοῦ μὲν καὶ τὰ κατ' αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα. Αὐτὸς δὲ περιστοιχησάντων αὐτῷ ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνέκυρσε κατὰ τοῦ ῥωμαϊ κοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέ θηκε τὴν