251
τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πιν δαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος ῥοίζου, τῆς Ὁμη ρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας ἤ τινος ἄλλης παρὰ ταύτας δυνάμεως. Οὐδὲν γάρ ἐστι τῶν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ' ἡμῶν. Καὶ δῆτα καὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον, καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύγγραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐμπορεύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ' ἄλλοις καταλαμβάνει τὰ κύματα. Ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη· νῦν οὖν ἐπὶ νοῦν ἐλθοῦσα ἐπανανήξομαι καθάπερ ἀνάρρουν ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. 14.7.5 Τὰ μὲν οὖν, ὡς εἶπον, παρ' ἐμαυτῆς ἔχω, τὰ δὲ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἡμᾶς δια βιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δὲ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῦ Παλαιολόγου. Ἐγὼ δὲ καὶ τὰ πολλὰ τούτων συνελεξάμην, καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῷ πάππῳ αὐτῷ συναπέρρευσε, πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευόντων, πρὸς δὲ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δὲ τὰ πράγματα διηγουμέ νων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. 14.7.6 Ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη, κατὰ τόδε και ροῦ τρεῖς βασιλεῖς θρηνοῦσα, τὸν πατέρα καὶ αὐτοκράτορα, καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα, καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον καίσαρα ἐγγωνιάζω τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. Καὶ οὐδὲ τοῖς ἀφανεστέ ροις ἐξέσται τῶν ἀνθρώπων παρ' ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι' ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ' ἄλλων διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. Εἰς τρια κοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρα τόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δὲ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν. Καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ' ἐστυγημένους τοῖς πλείοσιν. 14.7.7 Ἃ δὲ συνειλόχει τῆς ἱστορίας, ἴστω Θεός, ἴστω ἡ ὑπερκόσμιος μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων καὶ ἀσπούδων παντάπασι καὶ γερόντων ἀνθρώπων στρατευσα μένων κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετα σχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. Τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδὲ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. Τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων ἐχόμενα· καὶ ἐτεκμηράμην ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν, συμβάλ λουσα καὶ παρεξετάζουσα τὰ παρ' ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ' ἐκείνων λεγόμενα καὶ τὰ παρ' ἐκείνων πρὸς τὰ παρ' ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολ λάκις. Ἀφ' ὧν ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συν εξυφαίνεται. 14.7.8 Ἀλλ' ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ' ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. Ὁ μὲν γὰρ διηγήσατο τὰ συμπεπτωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο· οἱ δὲ τῆς Κωνσταντίνου οἰκήτορες, μία φωνὴ καὶ χεῖλος ἓν γεγονότες, ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάρι ζον τῆς στρατηγίας, οὐκ εἶχον ὅπως τὴν ἐπ' αὐτῷ ἡδονὴν κατασχεῖν. Ἀλλὰ τὸν μὲν