252
Καμύτζην σὺν εὐθυμίᾳ παραπέμ ψαντες οἴκαδε, μεθ' ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτο κράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήτ τητον βασιλέα, σεβαστὸν αὐτοκράτορα. Καὶ οἱ μὲν οὕτως· ὁ δὲ εἰσεληλυθὼς τὰ βασίλεια καὶ σῷστρα θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων εἴχετο τρόπων. 14.7.9 Τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενος καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέ βλεπεν. Ἦν γὰρ παρ' ἑκάτερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος. Ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδι καίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν, ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. Καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγω γεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. Ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πάλιν δὲ ἐπανεκαλεῖτο τῶν πόνων· καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ· «Ἐρευ νᾶτε τὰς γραφάς» παραγγέλματος ἐπιμέλεια. Τὰ δ' αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τὠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καί, αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας, δάκνων αὐτοῦ τὴν πτέρναν. Ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρξατο καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνα σίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς, παράγγελμα τοῦτο λαβὼν ἐξ ἰατρικῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις διαφοροῖτό τι τῆς καταρρεού σης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο. Τοῦτο γὰρ τὸ πάθος ὁ ἐμὸς πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ' ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο.
14.8.1 Οὔπω ἐνιαυτὸς εἷς παρεληλύθει καί, λογοποιου μένην ἀκηκοὼς αὖθις περὶ τῶν Κομάνων διὰ τοῦ Ἴστρου διαπεραίωσιν, ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχο μένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασι λίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁπάσας μεταπεμψά μενος κατατίθησι τούτους εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον Πετριτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς Παρίστρας Βουρανιτζόβης, ἐπι σκήψας πολλήν τε περὶ τοὺς ἵππους αὐτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν ὥστε πίονας γεγονότας ἐν καιρῷ μάχης δύνα σθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππού πολιν ἐνδιατρίβει. Πόλις δὲ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μὲν γὰρ οὗτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος ἕλικας καὶ καμπὰς παρα μείβει τε τὴν Ἀδριανοῦ· πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποτα μῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν. 14.8.2 Φίλιππον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν τοῦ Ἀμύντου, νεωτέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ τὸ σῶμα ἀνυ πόστατος. Πολίχνιον δὲ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ' ἐνίων δὲ Τριμοῦς. Ἀλλ' ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων, ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἀλλάττα κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδε δημηκυῖα τὴν πόλιν κατὰ χρείαν τινά. 14.8.3 Ἡ δὲ πόλις τρίλοφός ἐστιν ἑκάστου λόφου περιζωννυμένου τείχει μεγάλῳ καὶ ὑψηλῷ· ὅπου δὲ πρὸς πεδιάδας ὑποκύπτει καὶ ὁμαλότητας, τάφρος αὐτὴν περιθέει παρ' Εὔρῳ κειμένῃ. Καὶ ἦν, ὡς ἔοικε, ποτὲ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. Ἀφ' οὗ δὲ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχή ματος ἡ πόλις κατέστη ἐν ᾧ ἡμεῖς κατειληφότες