254
Ἰακώβου. Καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια· καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. 14.8.8 Ἀλλ' ὅ γε πατὴρ ἐμὸς καὶ αὐτοκράτωρ, καὶ πρὸς τούτους τὴν στρατιωτικὴν αὐτοῦ πολυπειρίαν ἀντιτάξας, τοὺς μὲν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. Οἷον δ' αὖ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀποστολικώτα τον. Τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; Πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε; Καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. Ἀλλ' ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; Καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς. Καὶ μόνος οὗτος ὅπλα καὶ λόγους ἀνέμιξε, καὶ τοῖς μὲν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δὲ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὥσπερ δὴ τότε καὶ κατὰ Μανιχαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρατηγικῆς ἀναδεξάμενος ἀγωνίαν. Καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. Καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν, ἐμοὶ δὲ δοκεῖ ἢ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετά χθαι τοῦτον, ἢ εἴ τις φιλονεικείη, ἔστω μετά γε Κωνσταν τῖνον ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ Ἀλέξιος. 14.8.9 Ὡς γὰρ ἔφθημεν ἄνωθεν εἰρηκότες, κατὰ τὴν Φιλίππου γενό μενος διὰ τὰς εἰρημένας αἰτίας, τῶν Κομάνων μήπω κατα λαβόντων, ὁδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο, τοὺς Μανιχαίους τῆς ἁλμυρᾶς μετάγων θρησκείας καὶ τοῦ γλυ κέος ἐμφορῶν δόγματος. Ἀπὸ πρωΐας οὖν μέχρι δείλης [ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὗ καὶ δευτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτός, μεταπεμπόμενος τούτους τὴν ὀρθό τομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως. Συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θύραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκαδημίαν ἐνδιατρίβοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπό λεως τῷ ἀρχιερατικῷ ἐγκαθιδρυμένος θρόνῳ. Ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε, στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. Πολλοὶ μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων, μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν, ἐξομολογούμε νοι τὰς σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγ χάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακα βαίους ἐκείνους τῆς ἰδίας ἀντεχομένους θρησκείας, χρήσεις τε καὶ μαρτυρίας τῶν θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. Ἀλλὰ τῇ συνεχεῖ τοῦ αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι, καὶ τούτων οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος. Καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει, καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν.
14.9.1 Ἐν ὅσῳ δὲ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα, φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. Ὁ δὲ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν ∆άνουβιν ἤλαυνε τοῖς περιτυχοῦσι στρατιώταις συγχρησάμενος. Καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάρους μὴ εὑρηκώς (προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευ σιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. Οἱ δὲ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἴστρον διαπεράσαντες. Καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις, ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι' ὧν ἐπεφέ ροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ ∆ανούβεως ῥέοντα ποταμὸν διαπεράσαντας, ἄπρακτοι πρὸς τὸν αὐτοκράτορα